37
ἐκάλεσεν Οὐαλεντινιανὸν νέον. καὶ ἀγωνισάμενος Κωνστάντιος σὺν Ὀνωρίῳ ἀνεῖλεν ἐν Ῥώμῃ τοὺς τυράννους· καὶἐδήμευσαν τοὺς οἴκους αὐτῶν καὶ εἰρήνευσαν τὴν πόλιν. Ἰωάννης δέ, ὁ μέγας διδάσκαλος, κατεφώτισεν οὐ μόνον τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως, ἀλλὰ καὶ Θρᾴκης καὶ Ἀσίας καὶ Πόντου, ὥστε καὶ πρὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου τῶν ἐκκλησιῶν τούτων ὁ Κωνσταντινουπόλεως ἦρχεν. Μακεδονιανὸς δέ τις διὰ τῆς τοῦ πατρὸς διδασκαλίας προσῆλθε τῇ ἐκκλησίᾳ· παραινέσας δὲ καὶ τῇ ἰδίᾳ γυναικὶ ἐπιστρέψαι καὶ κοινωνῆσαι μόλις ἔπεισεν. ἡ δὲ κοινωνίαν δοῦσα τῇ ἰδίᾳ παιδίσκῃ ἐκ τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ' ἑαυτῆς. καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ καὶ δεξαμένη τὴν κοινωνίαν ἐκ τῶν ἁγίων αὐτοῦ χειρῶν, ὑποκριθεῖσα ταύτην μεταλαμβάνειν ἐσχάτως ἀπέδωκε ταύτην τῇ παιδίσκῃ, καὶ λαβοῦσα τὴν τῶν Μακεδονιανῶν προσάγει τῷ στόματι καὶ εὗρεν αὐτὴν λίθον γεγονυῖαν· καὶ φρίξασα προσῆλθεν ὑπότρομος τοῖς ποσὶν Ἰωάννου ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ· ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἀπετέθη φυλάττεσθαι. ἡ δὲ τοῦ Χρυσοστόμου ἐπιστολή, ἡ πρὸς Θεόδωρον Μομψουεστίας, οὐχὶ πρὸς τὸν πρῶτον, ἀλλὰ πρὸς τὸν ἔσχατον γενόμενόν ἐστιν. Ἀρσένιος ὁ μέγας κατὰ κόσμον γεγονὼς καὶ πάντων καταφρονήσας τὴν θείαν φιλοσοφίαν ἐν Αἰγύπτῳ μετήρχετο, βίῳ καὶ λόγῳ καὶ θαύμασι διαλάμπων ἐν τῷ μοναχικῷ τάγματι. Τῷ δ' αὐτῷ ἔτει Ἀρκάδιος ἔστησε τὸν κίονα τοῦ Ξηρολόφου, καὶ τὴν Ἀρκαδιούπολιν ἔκτισε τῆς Θρᾴκης. Κόσμου ἔτη εωϟϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τϟϛʹ. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. ιʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος πολὺς ἦν ἐν βίῳ καὶ 78 λόγῳ καὶ θείοις χαρίσμασι διαλάμπων καὶ ἀκριβὴς περὶ πᾶσαν ἀρετήν. τοῦτον ἠγάπα πᾶς ὁ λαὸς οἰκοδομούμενος σφόδρα ταῖς διδασκαλίαις αὐτοῦ, οἱ δὲ ζῶντες ἀσώτως ἀπεστρέφοντο αὐτόν· οἳ καὶ εἰς τὸν κατ' αὐτοῦ πόλεμον συνήργησαν. ἐν οἷς συνέβη καὶ τὰ κατὰ Εὐτρόπιον τὸν εὐνοῦχον, ἔτι δὲ καὶ ἡ φιλονεικία Σευηριανοῦ τοῦ Γαβάλων πρὸς Σαραπίωνα τὸν ἀρχιδιάκονον Ἰωάννου, καὶ τὸ τῶν Μακρῶν, τῶν ἐξ Αἰγύπτου φυγόντων διὰ Θεόφιλον, καὶ τὰ παρὰ Θεοφίλου πρὸς Ἐπιφάνιον γράμματα· ἐξ ὧν ἁπάντων ὁ θεράπων τοῦ θεοῦ Ἰωάννης ἐπεβουλεύετο. Ἐπιφάνιος δὲ ὁ Κύπρου ἐλθὼν ἐν τῷ Ἑβδόμῳ χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποίησεν. τοῦ δὲ Ἰωάννου τοῦτο παρορῶντος διὰ τὴν θείαν ἀγάπην καὶ μᾶλλον προτρεψαμένου τὸν Ἐπιφάνιον ἐν τῷ ἐπισκοπείῳ συμμεῖναι αὐτῷ, οὐχ εἵλατο προκαταληφθεὶς ταῖς διαβολαῖς Θεοφίλου ταῖς κατὰ τοῦ μακαρίου Ἰωάννου. ιαʹ. ιαʹ. ηʹ. εʹ. δʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος λόγον κατὰ γυναικῶν πονηρῶν ἐποίησεν, ὃν οἱ δυσμενεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τὴν Εὐδοξίαν παρώξυναν λέγοντες κατ' αὐτῆς εἰρῆσθαι τὸν λόγον. ἡ δὲ πρὸς Ἀρκάδιον δεινὰ πεπονθέναι παρὰ Ἰωάννου λέγουσα τοῦτον παρεσκεύασε μετασταλῆναι Θεόφιλον πρόδηλον ὄντα τοῦ Ἰωάννου ἐχθρόν· ὃς παραγενόμενος ἐν τῇ ∆ρυΐ, τῇ νῦν Ῥουφινιαναῖς λεγομένῃ, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν εἰργάσατο· καὶ τοῦτον τῆς πόλεως ἐξέβαλον. τοῦτο δὲ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγχωρῶν ἐκβληθῆναι τὸν Ἰωάννην. ἐν οἷς καὶ Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ ἐπικαμφθεῖσα παρεκάλεσεν Ἀρκάδιον τὸν βασιλέα, καὶ πέμψας Βρίσωνα εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάννην ἀνέκαμψεν. ὁ δὲ πρὸ δοκιμασίας συνόδου εἰσελθεῖν οὐκ ἠνέσχετο, εἰς προάστειον δὲ κατὰ τὸν Ἀνάπλουν διέτριβεν. ὁ δὲ λαὸς καταβοῶν τῶν βασιλέων εἰσαγαγεῖν τὸν Ἰωάννην ἠνάγκασε καὶ τῷ θρόνῳ ἐγκαταστῆσαι· ὥστε Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγεῖν ἐκ τῆς πόλεως. τότε ξʹ ἐπίσκοποι