1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

38

γε οὐδὲ πάτριον οὐδὲ τῷ βίῳ ξυνειθισμένον. 5 Πέρσαις δὲ τοῖς νῦν τὰ μὲν πρότερα ἔθη σχεδόν τι ἅπαντα παρεῖται ἀμέλει καὶ ἀνατέτραπται, ἀλλοίοις δέ τισι καὶ οἷον νενοθευμένοις χρῶνται νομίμοις, ἐκ τῶν Ζω ροάστρου τοῦ Ὁραμάσδεως διδαγμάτων κατακηληθέντες. 6 οὗτος δὲ ὁ Ζωρόαστρος ἤτοι Ζαράδης (διττὴ γὰρ ἐπ' αὐτῷ ἡ ἐπωνυμία) ὁπηνίκα μὲν ἤκμασε τὴν ἀρχὴν καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶ ναι. Πέρσαι δὲ αὐτὸν οἱ νῦν ἐπὶ Ὑστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον ὁ ∆αρείου πατὴρ εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. 7 ἐφ' ὅτῳ δ' ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας παμμιγεῖς τινας καὶ ποικίλας ἐνέθηκε δόξας. 8 τὸ μὲν γὰρ παλαιὸν ∆ία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ' Ἕλλησι θρυλουμένους ἐτίμων θεούς, πλήν γε ὅτι δὴ αὐτοῖς ἡ προσηγορία οὐχ ὁμοίως ἐσῴ ζετο, ἀλλὰ Βῆλον μὲν τὸν ∆ία τυχὸν Σάνδην τε τὸν Ἡρακλέα καὶ Ἀναΐτιδα τὴν Ἀφροδίτην καὶ ἄλλως τοὺς ἄλλους ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ, τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ Μήδων ἀναγραψαμένοις, ἱστόρηται. 9 νῦν δὲ ὡς τὰ πολλὰ τοῖς καλουμένοις Μανιχαίοις ξυμφέρονται, ἐς ὅσον δύο τὰς πρώτας ἡγεῖσθαι ἀρχὰς καὶ τὴν μὲν ἀγαθήν τε ἅμα καὶ τὰ κάλλιστα τῶν ὄντων ἀποκυήσασαν, ἐναντίως δὲ κατ' ἄμφω ἔχουσαν τὴν ἑτέραν· ὀνόματά τε αὐταῖς ἐπάγουσι βαρβαρικὰ καὶ τῇ σφετέρᾳ γλώττῃ πεποιη 73 μένα. τὸν μὲν γὰρ ἀγαθὸν εἴτε θεὸν εἴτε δημιουργὸν Ὁρμισδάτην ἀποκαλοῦσιν, Ἀριμάνης δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. 10 ἑορτήν τε πασῶν μείζονα τὴν τῶν κακῶν λεγομένην ἀναίρεσιν ἐκτελοῦσιν, ἐν ᾗ τῶν τε ἑρπετῶν πλεῖστα καὶ τῶν ἄλλων ζώων ὁπόσα ἄγρια καὶ ἐρη μονόμα κατακτείνοντες τοῖς μάγοις προσάγουσιν ὥσπερ ἐς ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα διαπονεῖσθαι, ἀνιᾶν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην. 11 γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ πρόσωπα αὐτῷ ἐναπονίζεσθαι μήτε ἄλλως ἐπι θιγγάνειν, ὅ τι μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας. 25. Πολλοὺς δὲ καὶ ἄλλους θεοὺς ὀνομάζουσι καὶ ἱλάσκονται τοῦτο Ἑλληνικόν θυσίαις τε χρῶνται καὶ ἀφαγνισμοῖς καὶ μαντείαις καὶ τοῦτο Ἑλληνικόν. τὸ δὲ πῦρ αὐτοῖς τίμιόν τε εἶναι δοκεῖ καὶ ἁγιώτατον· καὶ τοίνυν ἐν οἰκίσκοις τισὶν ἱεροῖς τε δῆθεν καὶ ἀποκεκριμένοις ἄσβεστον οἱ μάγοι φυλάττουσι καὶ ἐς ἐκεῖνο ἀφορῶντες τάς τε ἀπορρήτους τε λετὰς ἐκτελοῦσι καὶ τῶν ἐσομένων πέρι ἀναπυνθάνονται. 2 τοῦτο δέ, οἶμαι, τὸ νόμιμον ἢ παρὰ Χαλδαίων ἢ ἐξ ἑτέρου του ἀνελέξαντο γένους· οὐ γὰρ δὴ τοῖς ἄλλοις ξυμβαίνει. ὧδέ πως ἄρα αὐτοῖς ἡ δόξα, ἐκ πλείσ των ὅσων ἐθνῶν ἠρανισμένη, ὡς ποικιλώτατα ξύγκειται. καί μοι τοῦτο οὐκ ἀπὸ τρόπου δοκεῖ γεγενῆσθαι. 3 ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ οἶδα ἐς πλείστας μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν καὶ ἐν ταὐτῷ μένειν ἐπὶ πλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων ἐπικράτειαν δεξαμένην· τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ἰδεῶν τε καὶ νόμων γνωρίσματα σῴζει. 4 πρῶτοι μὲν γὰρ ὧν ἀκοῇ ἴσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος Σεμίραμίς τε αὖ μετ' ἐκεῖνον καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν ∆ερκετάδου. 5 ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης Βελητάραν τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασιλείαν καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγραπται 74 καὶ Ἀλεξάνδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανάπαλλον, ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀπομαρανθείσης Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ