38
ἐντυγχάνοντας. 7 εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον καὶ ὑπὸ τοὺς χθο νίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνήθων μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. 8 καὶ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστοι, εἴ γε ὅτῳ δὴ οὖν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὲ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴ που τι παρ' ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νομίμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ καὶ ἐς τὸ πιθανώτερον ἐσκευασ μένοι. 9 καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ καὶ Πέρσαι τὰ παρὰ σφίσιν αὐτοῖς ἔθη αἰτιολογοῦντες ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαί νειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἄν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ' ἂν οὗτοι Ἀσσύριοί τε καὶ Χαλδαῖοι καὶ Μῆδοι, ἀλλ' ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. 10 καὶ γὰρ ἀμφὶ Νῖνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, οὐκ ἄλλον τινὰ ἢ τὸν ἡμέτερον ἀποσώ ζουσαι τρόπον, καὶ εἴτε σώματα εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ ἐκείνων κατὰ τὸν παρ' Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοιά γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα.
24. Οὔκουν ἐκεῖνοί γε ὧδε ἐγίγνωσκον οὔτε περὶ τὰς ταφάς, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ἐς τὴν τῆς εὐνῆς παρανομίαν ὁποῖα οἱ νῦν ἀκολασταίνου σιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις, υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν ἄν τις σαφέστατα διαγνοίη. 2 λέγεται γάρ ποτε Σεμίραμιν τὴν πάνυ τὴν 72 Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ καὶ ἤδη πειρᾶν τὸν νεανίαν. 3 τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα καὶ τόδε τὸ ἄγος ἀντ' ἐκείνου ἑλέσθαι. καίτοι εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. 4 καὶ τί δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμ προσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν Περσῶν καταλύσεως Ἀρταξέρξην φασὶ τὸν ∆αρείου Παρυσάτιδος τῆς μητρὸς παραπλήσια τῇ Σεμιράμιδι παθούσης καὶ ξυγγενέσθαι οἱ ἱεμένης ἀποκτεῖναι μὲν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ καὶ ἀποσείσασθαι, ὡς οὐχ ὅσιον ὂν τοῦτό γε οὐδὲ πάτριον οὐδὲ τῷ βίῳ ξυνειθισμένον. 5 Πέρσαις δὲ τοῖς νῦν τὰ μὲν πρότερα ἔθη σχεδόν τι ἅπαντα παρεῖται ἀμέλει καὶ ἀνατέτραπται, ἀλλοίοις δέ τισι καὶ οἷον νενοθευμένοις χρῶνται νομίμοις, ἐκ τῶν Ζω ροάστρου τοῦ Ὁραμάσδεως διδαγμάτων κατακηληθέντες. 6 οὗτος δὲ ὁ Ζωρόαστρος ἤτοι Ζαράδης (διττὴ γὰρ ἐπ' αὐτῷ ἡ ἐπωνυμία) ὁπηνίκα μὲν ἤκμασε τὴν ἀρχὴν καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶ ναι. Πέρσαι δὲ αὐτὸν οἱ νῦν ἐπὶ Ὑστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον ὁ ∆αρείου πατὴρ εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. 7 ἐφ' ὅτῳ δ' ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας παμμιγεῖς τινας καὶ ποικίλας ἐνέθηκε δόξας. 8 τὸ μὲν γὰρ παλαιὸν ∆ία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ' Ἕλλησι θρυλουμένους ἐτίμων θεούς, πλήν γε ὅτι δὴ αὐτοῖς ἡ προσηγορία οὐχ ὁμοίως ἐσῴ ζετο, ἀλλὰ Βῆλον μὲν τὸν ∆ία τυχὸν Σάνδην τε τὸν Ἡρακλέα καὶ Ἀναΐτιδα τὴν Ἀφροδίτην καὶ ἄλλως τοὺς ἄλλους ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ καὶ Ἀθηνοκλεῖ καὶ Σιμάκῳ, τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ Μήδων