38
ἅπερ παρ' ἡμῶν δι' εὐθείας λέγεται λόγῳ, τῇ τῆς ἀληθείας εἰρῆσθαι πράξει. ἐπεὶ τοίνυν ἐν τούτῳ τῷ πράγματι τηλικοῦτόν ἐστιν ἀτόπημα, γινωσκέτωσαν οὕτω με κεκρικέναι καὶ ταύτης εἶναι τῆς προαιρέσεως· εἴ τι τοιοῦτον κινοῖεν, μηκέτι λοιπὸν κατὰ τοὺς τῆς ἐκκλησίας ἀλλὰ κατὰ τοὺς δημοσίους νόμους αὐτόν με δι' ἐμαυτοῦ τῶν πραγ μάτων ἀκροασόμενον καὶ λοιπὸν εὑρήσοντα αὐτοὺς ὅτι μὴ μόνον κατὰ τοῦ ἀνθρωπίνου γένους λῃσταί τινες ὄντες, ἀλλὰ γὰρ καὶ κατ' αὐτῆς τῆς θείας διδασκαλίας φαίνονται. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.
69.1 Ὑπὲρ δὲ τοῦ καὶ πλέον δειχθῆναι τὴν πονηρίαν τῶν συκοφαντῶν, ἰδοὺ καὶ ἔγραψεν Ἀρσένιος μετὰ τὸ εὑρεθῆναι κρυπτόμενον αὐτόν. ὡς γὰρ Ἰσχύρας ἔγραψεν ὁμολογῶν τὴν συκοφαντίαν, οὕτως Ἀρσένιος γράφων ἐλέγχει πλέον ἐκείνων τὴν κακοήθειαν. 69.2 Ἀθανασίῳ μακαρίῳ πάπᾳ Ἀρσένιος ἐπίσκοπος [τῶν ποτε ὑπὸ Μελίτιον] τῆς Ὑψηλιτῶν πόλεως ἅμα πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ πλεῖστα χαίρειν. ... Καὶ ἡμεῖς ἀσπαζόμενοι τὴν εἰρήνην καὶ ἕνωσιν πρὸς τὴν καθολικὴν ἐκκλησίαν, ἧς σὺ κατὰ χάριν θεοῦ προίστασαι, προῃρημένοι τε τῷ ἐκκλησιαστικῷ κανόνι κατὰ τὸν παλαιὸν τύπον ὑποτάσσεσθαι, γράφομέν σοι, ἀγαπητὲ πάπα, ὁμολογοῦντες ἐν ὀνόματι κυρίου τοῦ λοιποῦ μὴ κοινωνήσειν τοῖς ἔτι σχίζουσι καὶ μηδέπω εἰρηνεύουσι πρὸς τὴν καθολικὴν ἐκκλησίαν ἐπισκόποις τε καὶ πρεσβυτέροις καὶ διακόνοις μήτε συνθέσθαι αὐτοῖς βουλομένοις τι ἐν συνόδῳ μήτε γράμματα εἰρηνικὰ ἀποστέλλειν μήτε δέξασθαι παρ' αὐτῶν μηδ' αὖ δίχα γνώμης σου τοῦ τῆς μητροπόλεως ἐπισκόπου ὅρον τινὰ ἐκφέρειν περὶ ἐπι σκόπων ἢ περὶ δόγματος ἑτέρου κοινοῦ ἐκκλησιαστικοῦ, ἀλλ' εἴκειν πᾶσι τοῖς προτετυπω μένοις κανόσι καθ' ὁμοιότητα τῶν ἐπισκόπων Ἀμμωνιανοῦ καὶ Τυράννου καὶ Πλουσιανοῦ 69.3 καὶ τῶν λοιπῶν ἐπισκόπων. πρὸς ταῦτα οὖν ἀξιοῦμεν τὴν σὴν χρηστότητα ἀντι γράψαι μὲν ἡμῖν διὰ τάχους ὡσαύτως τε καὶ τοῖς συλλειτουργοῖς περὶ ἡμῶν ὅτι εἴημεν ἤδη ἐπὶ τοῖς προειρημένοις ὅροις εἰρηνεύσαντες πρὸς τὴν καθολικὴν ἐκκλησίαν καὶ ἑνω θέντες τοῖς συλλειτουργοῖς ἐπὶ τῶν τόπων· πιστεύομεν δέ, ὡς αἱ εὐχαί σου ἐνεργήσουσιν εὐπρόσδεκτοι οὖσαι, ὥστε τὴν τοιαύτην εἰρήνην βεβαίαν καὶ ἀδιάλυτον εἶναι μέχρι τέλους κατὰ τὸ βούλημα τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου 69.4 ἡμῶν. τὸ ὑπὸ σὲ ἱερατεῖον ἡμεῖς καὶ οἱ σὺν ἡμῖν προσαγορεύομεν. ὅσον δὲ οὐδέπω θεοῦ ἐπιτρέποντος ἀπαντήσομεν πρὸς τὴν σὴν χρηστότητα. Ἀρσένιος ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ πολλοῖς χρόνοις, μακαριώτατε πάπα.
70.1 Μείζων δὲ καὶ φανερώτερος ἔλεγχος τῆς καθ' ἡμῶν συκοφαντίας ἡ μετάνοια Ἰω άννου, καὶ τούτου μάρτυς ὁ θεοφιλέστατος καὶ μακαρίας μνήμης βασιλεὺς Κωνσταντῖνος. εἰδὼς γάρ, ἅπερ Ἰωάννης κατ' αὐτοῦ κατηγόρησε, καὶ δεξάμενος γράμματα μεταγινώ σκοντος αὐτοῦ ἔγραψε ταῦτα· 70.2 Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Ἰωάννῃ. Πάνυ μοι καταθύμια γέγονε τὰ παρὰ τῆς σῆς φρονήσεως γράμματα. ἔγνων γὰρ ἐξ αὐτῶν, ἃ μάλιστα γνῶναι ἐπόθουν, πᾶσαν μὲν μικροψυχίαν ἀποτεθεῖσθαί σε, τῇ δὲ ἐκκλησίᾳ, ὡς προσῆκον ἦν, κεκοινωνηκέναι καὶ Ἀθανασίῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ ἐς τὰ μάλιστα εἰς ὁμόνοιαν ἐλθεῖν. εὖ ἴσθι τοίνυν, ὡς ἕνεκά γε τούτων πάνυ σε ἐπαινέσας ἔχω, ὅτι πᾶσαν ἀφεὶς ἁψιμαχίαν, ὃ τῷ θεῷ φίλον ἦν, πεποίηκας τῆς πρὸς τὴν ἐκκλησίαν ἑνώσεως ἀντιλαμβανόμενος. ἵνα τοίνυν καὶ ὧν ἐπιθυμεῖς τετυχηκέναι δοκοίης, ἐπιτρέψαι σοι δεῖν ᾠήθην ὀχήματος ἐπιβῆναι δημοσίου καὶ εἰς τὸ στρατόπεδον τῆς ἐμῆς ἡμερότητος σπουδάσαι. σὸν λοιπὸν ἔστω μηδὲν μελλῆσαι, ἀλλὰ τῆς ἐπιστολῆς σοι ταύτης ὀχήματος δημοσίου ἐξουσίαν χορηγούσης εὐθέως πρὸς ἡμᾶς ἀφικέσθαι, ἵνα καὶ τὴν ἐπιθυμίαν ἐμπλήσῃς τὴν σαυτοῦ καὶ θεασάμενος ἡμᾶς τῆς προσηκούσης ἀπολαύσῃς εὐφροσύνης. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.