διδασκαλίας χρημάτων, μεγιστάνων, καὶ ἡγουμένων, υἱῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ· περὶ οἰκέτου κακούργου. Περὶ ἐνυπνίων ἀσυνέτων· περὶ πλάνης καὶ πολυπειρίας, καὶ περὶ τῶν φοβου μένων τὸν Κύριον. Περὶ θυσιῶν, καὶ προσφορῶν, τῶν ἐξ ἀδικίας, τῶν τε ἐκ δικαιοσύνης προσφορῶν· περὶ θυσιῶν τῶν ἐκ φιλαργυρίας. Ὅτι τρυφῆς καὶ πλούτου δεῖ καταφρονεῖν. Περὶ λαιμάργων καὶ βα σκάνων, καὶ ἀπλήστων, καὶ ἀτάκτων· μὴ μεθύσκε σθαι οἴνῳ, ἀλλ' αὐτάρκως χρᾶσθαι. Περὶ ἐπαιρομέ νου ἐπιεικοῦς, καὶ περὶ λαλιᾶς πρεσβυτέρων, καὶ περὶ λαλιᾶς νεανίσκου. Περὶ ἐκδοχῆς παιδείας νόμου, καὶ κρίματα καὶ δικαιώματα, καὶ πιστεύειν νόμῳ. Περὶ διαθήκης Θεοῦ κατὰ γενεὰν, καὶ ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, ἀφ' ἧς τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ ὑπὸ κατάραν ἐποίησε. Περὶ λαοῦ ἐκλελεγμένου, καὶ ὅτι ἀπέναντι τοῦ ἀγαθοῦ τὸ κακὸν, καὶ ἀπέναντι τοῦ εὐσεβοῦς ὁ ἁμαρτωλός. Τίσι δεῖ κοινωνεῖν· ὁποίαν δεῖ γυναῖκα λαβεῖν· ὁποίους δεῖ φίλους ἔχειν· τίσι δεῖ συμβούλοις χρῆσθαι, τί νας διδασκάλους ὁρίζει· περὶ τοῦ εἰδέναι τὸ συμφέ ρον ἕκαστον. Περὶ τοῦ τιμᾷν τοὺς ἰατρούς. Πῶς ἐπὶ νεκρῷ δεῖ πενθεῖν. Περὶ γραμματέως καὶ σοφοῦ γεωργοῦ· καὶ περὶ ἀγρυπνίας τέκτονος, καὶ χαλκέως, καὶ κεραμέως. Περὶ φυλακῆς ψυχῆς ἀνθρώπου, καὶ τῆς παραμενούσης σοφίας, καὶ ὅσον τυγχάνει. Περὶ προγνώσεως Θεοῦ καὶ κτίσεως κόσμου. Ὅτι ἡ κτίσις τοῖς εὐσεβέσιν εἰς εὐλογίαν τρέπεται· τοῖς δὲ ἀνόμοις εἰς κατάραν. Ὅτι ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ. Ὅτι πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ὅσα ἀπὸ τοῦ ὕδατος εἰς θάλασσαν. Περὶ συγκρίσεως ἀγα θῶν, καὶ τίνα τὰ σαρκικὰ ἀγαθὰ τὰ ἥττονα. Περὶ τοῦ τίνα τὰ ὄντα ἀγαθὰ τὰ μείζονα καὶ πνευματικά. Περὶ ζωῆς ἀπαιτή. Περὶ θανάτου πικροῦ πλου σίου· περὶ θανάτου καλοῦ πτωχοῦ. Περὶ τοῦ μὴ εὐ λαβεῖσθαι τὸ ἀποθανεῖν. Περὶ τοῦ ἐπονειδίστως μὴ ζῇν, ἀλλὰ φροντίζειν ὀνόματος ἀγαθοῦ. Περὶ παιδείας εἰρηνικῆς. Ἀφ' ὧν ἐντρεπόμενος αἰσχύνεσθαι δεῖ· περὶ ὧν οὐ δεῖ αἰσχύνεσθαι. Ὅτι δεῖ περὶ θυγατρὸς παρθένου πάντοτε μεριμνᾷν· περὶ τοῦ μὴ συνεδρεύειν ἐν μέσῳ γυναικῶν διὰ πορνείαν. Περὶ δημιουργίας Κυρίου. Περὶ ἡλίου, ὅτι σκεῦος θαυμαστὸν καὶ ἔργον Κυρίου. Περὶ σελήνης καὶ ἄστρων, καὶ τόξου, καὶ χιόνων, καὶ ἀστραπῶν. Περὶ νεφῶν, καὶ χαλάζης. Περὶ σεισμῶν καὶ βροντῆς. Περὶ ὑετοῦ, καὶ πάχνης, καὶ ὁμίχλης. Περὶ δρόσου ἀπὸ καύσωνος, καὶ περὶ ἀβύσσου ξηρᾶς. Περὶ Ἰορδάνου καὶ θαλάσσης. Περὶ παντὸς ζώου καὶ κτήνους. Περὶ μεγαλοδόξου κτίσεως Κυρίου. Περὶ τῶν εὐεργεσιῶν αὐτοῦ. Ἐπίλογος περὶ Ἐνὼχ καὶ Νῶε. Ἐπίλογος περὶ Ἀβραὰμ, καὶ Ἰσαὰ καὶ ὧν ἐπειράσθησαν. Ἐπίλογος περὶ Ἰακὼβ, καὶ 28.384 Μωϋσέως, καὶ ὧν ἐθαυματούργει. Ἐπίλογος περὶ Ἀαρὼν, καὶ τῆς λειτουργίας αὐτοῦ, καὶ τῆς ἱερα τείας. Ἐπίλογος περὶ ∆αθὰν, καὶ Ἀβειρὼν, καὶ Κορέ. Περὶ τῶν ἀπαρχῶν τῶν πρωτογεννημάτων μερίδος Ἀαρών. Ἐπίλογος, ὅτι Φινεὲς υἱὸς Ἐλεάζαρ τρίτος μετὰ Ἀαρὼν ἔνδοξος. Ὅτι τῷ ∆αβὶδ διέθετο Κύριος διαθήκην βασιλείας. Ὅτι Ἰησοῦς Ναυῆ διάδοχος Μωϋσέως γίνεται ἐν προφήταις. Ὡς ἐν ἡμέραις Μωϋσέως Ἰησοῦς Ναυῆ καὶ Χάλεβ ὁ τοῦ Ἰεφονῆ,ἐποίησαν ἔλεος, καὶ οἱ ιβʹ διεσώθησαν. Τὰ περὶ Σα μουὴλ, ὃς μετὰ Ἰησοῦν ἔκρινε τὸν λαὸν ἐν προφήταις. Τὰ περὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐγκώμιον εἰς ∆αβὶδ τὸν βασιλέα. Ὡς Σολομὼν ἦν σοφὸς, ἀλλὰ φιλογύ ναιος ὕστερον γέγονε, καὶ μετὰ τὴν ὀργὴν ἠλεήθη μετανοήσας. Τὰ περὶ Ἱεροβοὰμ καὶ Ῥοβοὰμ τῶν σχισματοποιῶν. Τὰ περὶ Ἠλίου τοῦ προφήτου, τὸ πῦρ τὸ καῖον τὰ κακά. Τὰ περὶ Ἑλισσαιὲ τοῦ προφήτου, καὶ μαθητοῦ Ἠλίου, ὃς ἐνεπλήσθη τοῦ πνεύματος αὐτοῦ. Τὰ περὶ τῆς αἰχμαλωσίας τῶν βασιλέων Ἰούδα. Ὡς
38