ἀσχολεῖται περὶ ἡδονάς. Εἰ δὲ καὶ προτρεποίμεθα ἐπ' ἀρετὴν τῶν συνεστιωμένων τινάς, ταύτῃ πλέον ἀφεκτέον τῶν λίχνων τούτων βρωμάτων, ἐναργὲς ὑπόδειγμα ἀρετῆς σφᾶς αὐτοὺς παριστάντας, ὡς Χριστὸν ἐσχήκαμεν αὐτοί. Εἰ γάρ τι τῶν τοιούτων βρωμάτων σκανδαλίζει τὸν ἀδελφόν, οὐ μὴ φάγω, φησίν, τοῦτο εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, 2.1.10.5 ὀλίγης ἐγκρατείας κερδαίνων τὸν ἄνθρωπον. Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Καὶ τὴν ἀλήθειαν ἐπεγνώκαμεν, φησίν, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ μόνος ὄντως ἐστὶν εἷς ἡμῶν θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς. Ἀλλὰ ἀπόλλυται, φησί, τῇ σῇ γνώσει ὁ ἀδελφὸς ἀσθενῶν, δι' ὃν Χριστὸς ἀπέθανεν. Οἱ δὲ τὴν συνείδησιν τύπτοντες τῶν ἀσθενούντων ἀδελφῶν εἰς 2.1.10.6 Χριστὸν ἁμαρτάνουσιν. Ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει μὴ συναναμίγνυσθαι φάσκων, εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν, ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ τῶν δαιμονίων τὰς τραπέζας. 2.1.11.1 Καλὸν μὲν οὖν τὸ μὴ φαγεῖν κρέα μηδὲ οἶνον πιεῖν αὐτός τε ὁμολογεῖ καὶ οἱ ἀπὸ Πυθαγόρου· θηρίων γὰρ μᾶλλον τοῦτό γε, καὶ ἡ ἀπ' αὐτῶν ἀναθυμίασις θολωδεστέρα οὖσα ἐπισκοτεῖ τῇ ψυχῇ. Εἰ δέ τις καὶ τούτων μεταλαμβάνει, οὐχ ἁμαρτάνει, μόνον ἐγχρατῶς μετεχέτω, μὴ ἐξεχόμενος μηδὲ ἀπηρτημένος αὐτῶν μηδὲ ἐπιλαιμαργῶν τῷ ὄψῳ· ὑπηχήσει γὰρ αὐτῷ φωνή, μὴ ἕνεκεν 2.1.11.2 βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ λέγουσα. Ἀνοήτου γὰρ σφόδρα θαυμάζειν καὶ τεθηπέναι τὰ παρατιθέμενα ταῖς δημώδεσιν ἑστιάσεσιν μετὰ τὴν ἐν λόγῳ τρυφήν, πολλῷ δέ ἐστιν ἀνοητότερον τὰς ὄψεις τοῖς προσοψήμασι δεδουλωκέναι συμμεταφερομένης αὐτοῖς, 2.1.11.3 ὡς εἰπεῖν, τῆς ἀκρασίας πρὸς τῶν διακόνων. Πῶς δὲ οὐκ ἀχρεῖον τὸ ἐπανίστασθαι ταῖς κλισίαις, μονονουχὶ τὸ πρόσωπον ταῖς λοπάσιν ἐπιρριπτοῦντας, καθάπερ ἐκ νεοττιᾶς τῆς κλισίας προκύπτοντας, τὸ δὴ θρυλούμενον τοῦτο, ἵνα πλανωμένην λάβωσι τὴν ἀτμίδα διὰ τῆς ἀναπνοῆς; Πῶς δὲ οὐκ ἄλογον τὰς χεῖρας ἐπεμφύρειν τοῖς ἡδύσμασιν ἢ συνεχὲς ἐπὶ τοὔψον ἐκτείνειν οὐκ ἀπογευομένων, ἀλλ' ἀφαρπαζόντων δίκην ἀμέτρως καὶ ἀσχημόνως ἐμφορουμένους; 2.1.11.4 Ἔστι γὰρ ὁρᾶν τοὺς τοιούτους ὑσὶν ἢ κυσὶν διὰ τὴν λαβρότητα μᾶλλον ἢ ἀνθρώποις ὡμοιωμένους, τοὺς χορτάζεσθαι σπεύδοντας, ὡς καὶ τὰς γνάθους ἅμα ἄμφω ἐξογκοῦσθαι τῶν περὶ τὸ πρόσωπον ἀγγείων προσεπαιρομένων, πρὸς δὲ καὶ ἱδρῶτα περιχεῖσθαι τῇ ἀπληστίᾳ συνεχομένων καὶ ἀσθμαινόντων ὑπὸ ἀκρασίας, ὠθουμένης κατ' ἔπειξιν ἀκοινώνητον εἰς κοιλίαν τῆς τροφῆς, ὥσπερ εἰς ἐφόδιον, οὐκ εἰς ἀνάδοσιν, ἀποτιθεμένων τὰ ἐδέσματα. Πανταχῇ δὲ κακὸν οὖσα ἡ ἀμετρία περὶ τὰς τροφὰς μάλιστα διελέγχεται. 2.1.12.1 Ἡ γοῦν ὀψοφαγία οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμετρία περὶ χρῆσιν ὄψου, καὶ ἡ λαιμαργία μανία περὶ τὸν λαιμόν, καὶ ἡ γαστριμαργία ἀκρασία περὶ τὴν τροφήν, ὡς δὲ καὶ τοὔνομα περιέχει, μανία περὶ γαστέρα, 2.1.12.2 ἐπεὶ μάργος ὁ μεμηνώς. Τοὺς οὖν ἐπὶ ἑστιάσεως μελετῶντας ἀδικεῖν ὁ ἀπόστολος ἀνακρούων λέγει· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Παρὰ δὲ τοῖς ἔχουσιν οἱ ἀνέδην ἐσθίοντες, οἱ ἄπληστοι, ἑαυτοὺς καταισχύνουσιν· ἄμφω δὲ πράττουσι κακῶς, οἳ μὲν τοὺς μὴ ἔχοντας βεβαρηκότες, οἳ δὲ τὴν ἀκρασίαν τὴν σφῶν παρὰ τοῖς ἔχουσιν γεγυμνωκότες. 2.1.12.3 Ἀναγκαίως ἄρα πρὸς τοὺς ἀπηρυθριακότας καὶ τοῖς δείπνοις ἀφειδέστερον παραχρωμένους, τοὺς ἀκορέστους, οἷς μηδὲν ἱκανόν, ἀποταθεὶς ὁ ἀπόστολος, πάλιν ἐκ δευτέρου ἔρρηξεν φωνὴν ἀγανακτη τικήν· Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα