38
Ἰουτοτζᾶς ἐποίησεν υἱὸν τὸν Φαλίτζιν, τὸν νυνὶ ἄρχοντα, ὁ δὲ τέταρτος υἱός, ὁ Ζαλτᾶς ἐποίησεν υἱὸν τὸν Ταξίν. Ἰστέον, ὅτι πάντες οἱ υἱοὶ τοῦ Ἀρπαδῆ ἐτελεύτησαν, οἱ δὲ ἔγγονοι αὐτοῦ, ὅ τε Φαλῆς καὶ ὁ Τασῆς καὶ ὁ ἐξάδελφος αὐτῶν, ὁ Ταξίς, ζῶσιν. Ἰστέον, ὅτι ἐτελεύτησεν ὁ Τεβέλης, καὶ ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ Τερματζοῦς, ὁ ἀρτίως ἀνελθὼν φίλος μετὰ τοῦ Βουλτζοῦ, τοῦ τρίτου ἄρχοντος καὶ καρχᾶ Τουρκίας. Ἰστέον, ὅτι ὁ Βουλτζοῦς, ὁ καρχᾶς ἐστιν ὁ υἱὸς τοῦ Καλῆ, τοῦ καρχᾶ, καὶ ὅτι τὸ μὲν Καλῆ ἐστιν ὄνομα κύριον, τὸ δὲ καρχᾶς ἐστιν ἀξίωμα, ὥσπερ καὶ τὸ γυλᾶς, ὅ ἐστιν μεῖζον τοῦ καρχᾶ. 41 Περὶ τῆς χώρας τῆς Μοραβίας. Ἰστέον, ὅτι ὁ Μοραβίας ἄρχων, ὁ Σφενδοπλόκος, ἀνδρεῖος καὶ φοβερὸς εἰς τὰ πλησιάζοντα αὐτῷ ἔθνη γέγονεν. Ἔσχε δὲ ὁ αὐτὸς Σφενδοπλόκος τρεῖς υἱούς, καὶ τελευτῶν διεῖλεν εἰς τρία μέρη τὴν ἑαυτοῦ χώραν, καὶ τοῖς τρισὶν υἱοῖς αὐτοῦ ἀνὰ μιᾶς μερίδος κατέλιπεν, τὸν πρῶτον καταλείψας ἄρχοντα μέγαν, τοὺς δὲ ἑτέρους δύο τοῦ εἶναι ὑπὸ τὸν λόγον τοῦ πρώτου υἱοῦ. Παρῄνεσεν δὲ αὐτοὺς τοῦ μὴ εἰς διάστασιν καὶ κατ' ἀλλήλων γενέσθαι, παράδειγμα αὐτοῖς τοιοῦτον ὑποδείξας· ῥάβδους γὰρ τρεῖς ἐνεγκὼν καὶ συνδήσας, δέδωκεν τῷ πρώτῳ υἱῷ τοῦ ταύτας κλάσαι, τοῦ δὲ μὴ ἰσχύσαντος, πάλιν δέδωκεν τῷ δευτέρῳ, ὡσαύτως καὶ τῷ τρίτῳ, καὶ εἶθ' οὕτως διαιρῶν τὰς τρεῖς ῥάβδους δέδωκεν τοῖς τρισὶ πρὸς μίαν· οἱ δὲ λαβόντες καὶ κελευσθέντες ταύτας κλάσαι, εὐθέως αὐτὰς κατέκλασαν. Καὶ διὰ τοιούτου ὑποδείγματος παρῄνεσεν αὐτοὺς εἰπών, ὡς ὅτι· "Εἰ μὲν διαμένετε ἐν ὁμοψυχίᾳ καὶ ἀγάπῃ ἀδιαίρετοι, ἀκαταγώνιστοι παρὰ τῶν ἐναντίων καὶ ἀνάλωτοι γενήσεσθε· εἰ δὲ ἐν ὑμῖν γένηται ἔρις καὶ φιλονικία, καὶ διαχωρισθῆτε εἰς τρεῖς ἀρχάς, μὴ ὑποκείμενοι τῷ πρώτῳ ἀδελφῷ, καὶ ὑπ' ἀλλήλων ἀφανισθήσεσθε, καὶ ὑπὸ τῶν πλησιαζόντων ὑμῖν ἐχθρῶν παντελῶς ἐξολοθρευθήσεσθε." Μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Σφενδοπλόκου ἕνα χρόνον ἐν εἰρήνῃ διατελέσαντες, ἔριδος καὶ στάσεως ἐν ἑαυτοῖς ἐμπεσούσης, καὶ πρὸς ἀλλήλους ἐμφύλιον πόλεμον ποιήσαντες, ἐλθόντες οἱ Τοῦρκοι τούτους παντελῶς ἐξωλόθρευσαν, καὶ ἐκράτησαν τὴν ἑαυτῶν χώραν, εἰς ἣν καὶ ἀρτίως οἰκοῦσιν. Καὶ οἱ ὑπολειφθέντες τοῦ λαοῦ διεσκορπίσθησαν, προσφυγόντες εἰς τὰ παρακείμενα ἔθνη, εἴς τε τοὺς Βουλγάρους καὶ Τούρκους καὶ Χρωβάτους καὶ εἰς τὰ λοιπὰ ἔθνη. 42 Γεωγραφία ἀπὸ Θεσσαλονίκης μέχρι τοῦ ∆ανούβεως ποταμοῦ καὶ τοῦ κάστρου Βελεγράδας, Τουρκίας τε καὶ Πατζινακίας μέχρι τοῦ Χαζαρικοῦ κάστρου Σάρκελ καὶ τῆς Ῥωσίας καὶ μέχρι τῶν Νεκροπύλων, τῶν ὄντων εἰς τὴν τοῦ Πόντου θάλασσαν πλησίον τοῦ ∆ανάπρεως ποταμοῦ, καὶ Χερσῶνος ὁμοῦ καὶ Βοσπόρου, ἐν οἷς τὰ κάστρα τῶν κλιμάτων εἰσίν, εἶτα μέχρι λίμνης Μαιώτιδος, τῆς καὶ θαλάσσης διὰ τὸ μέγεθος ἐπονομαζομένης, καὶ μέχρι τοῦ κάστρου Ταμάταρχα λεγομένου, πρὸς τούτοις δὲ καὶ Ζιχίας καὶ Παπαγίας καὶ Κασαχίας καὶ Ἀλανίας καὶ Ἀβασγίας καὶ μέχρι τοῦ κάστρου Σωτηριουπόλεως. Ἰστέον, ὅτι ἀπὸ Θεσσαλονίκης μέχρι τοῦ ποταμοῦ ∆ανούβεως, ἐν ᾧ τὸ κάστρον ἐστὶν τὸ Βελέγραδα ἐπονομαζόμενον, ἔστιν ὁδὸς ἡμερῶν ὀκτώ, εἰ καὶ μὴ διὰ τάχους τις, ἀλλὰ μετὰ ἀναπαύσεως πορεύεται. Καὶ κατοικοῦσιν μὲν οἱ Τοῦρκοι πέραθεν τοῦ ∆ανούβεως ποταμοῦ εἰς τὴν τῆς Μοραβίας γῆν, ἀλλὰ καὶ ἔνθεν μέσον τοῦ ∆ανούβεως καὶ τοῦ Σάβα ποταμοῦ. Ἀπὸ δὲ κάτωθεν τῶν μερῶν ∆ανούβεως ποταμοῦ τῆς ∆ίστρας ἀντίπερα ἡ Πατζινακία παρέρχεται, καὶ κατακρατεῖ ἡ κατοικία αὐτῶν μέχρι τοῦ Σάρκελ, τοῦ τῶν Χαζάρων κάστρου, ἐν ᾧ ταξεῶται καθέζονται τριακόσιοι, κατὰ χρόνον ἐναλλασσόμενοι. Ἑρμηνεύεται δὲ παρὰ αὐτοῖς τὸ Σάρκελ "ἄσπρον ὁσπίτιον", ὅπερ ἐκτίσθη παρὰ σπαθαροκανδιδάτου Πετρωνᾶ, τοῦ ἐπονομαζομένου Καματηροῦ, τὸν βασιλέα Θεόφιλον πρὸς τὸ κτισθῆναι αὐτοῖς τὸ κάστρον τοῦτο τῶν Χαζάρων αἰτησαμένων. Ὁ γὰρ χαγάνος ἐκεῖνος καὶ ὁ πὲχ Χαζαρίας εἰς τὸν αὐτὸν βασιλέα Θεόφιλον πρέσβεις ἐναποστείλαντες, κτισθῆναι αὐτοῖς τὸ κάστρον τὸ Σάρκελ ᾐτήσαντο, οἷς ὁ βασιλεύς, τῇ τούτων αἰτήσει πεισθείς, τὸν προρρηθέντα