38
Μελχισεδέκ.» Eἰ οὖν ἄνευ τοῦ Πατρὸς ὁ Χριστὸς οὐ δοξάζει ἑαυτόν, πῶς οἷόν τε ἄνθρωπον ἑαυτὸν εἰς ἱερωσύνην ἐπιρρίπτειν, μὴ λαβόντα τὸ ἀξίωμα παρὰ κρείττονος, καὶ ποιεῖν ἐκεῖνα, ἃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν; Ἢ οὐχὶ οἱ Κορεῖται, καίτοι τῆς Λευὶ φυλῆς ὄντες, πυρίκαυστοι ἐγένοντο, ἐπαναστάντες Μωϋσῇ καὶ Ἀαρὼν καὶ περὶ τῶν μὴ καθηκόντων αὐτοῖς ἁμιλλώμενοι; Καὶ ∆αθὰν καὶ Ἀβειρὼν ζῶντες κατέβησαν εἰς ἅδου, καὶ ῥάβδος βλα στήσασα ἔστειλεν τῶν πολλῶν τὴν ἄνοιαν καὶ τὸν ὑπὸ Θεοῦ χειροτονηθέντα ἀρχιερέα ἀνέδειξεν; Προσήκει οὖν καὶ ὑμᾶς, ἀδελφοί, τὰς θυσίας ὑμῶν ἤτοι προσφορὰς τῷ ἐπισκόπῳ προσφέρειν ὡς ἀρχιερεῖ, ἢ δι' ἑαυτῶν ἢ διὰ τῶν διακόνων. Oὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ ἑκούσια αὐτῷ προσάγετε· αὐτὸς γὰρ σαφῶς γινώσκει τοὺς θλιβομένους καὶ ἑκάστῳ δίδωσι πρὸς τὸ ἁρμόζον, ὅπως μηδεὶς ἢ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ἑβδομάδι λαμβάνῃ δίς, ἕτερος δὲ μηδὲ ὅλως· δίκαιον γάρ ἐστιν μᾶλλον τοῖς θλι βομένοις κατὰ ἀλήθειαν ἐπαρκεῖν, ἢ τοῖς νομιζομένοις θλίβεσθαι. Τοῖς εἰς ἀγάπην, ἤτοι δοχὴν ὡς ὁ Κύριος ὠνόμα σεν, προαιρουμένοις καλεῖν πρεσβυτέρας, ἃς ἐπίστανται οἱ διάκονοι θλιβομένας, ταύτας πλειστάκις πεμπέτωσαν. Ἀφοριζέσθω δὲ ἐν τῇ δοχῇ τὸ τῷ ποιμένι ἔθιμον, λέγω δὴ τὸ τῆς ἀπαρχῆς, ὡς ἱερεῖ, κἂν μὴ παρῇ τῇ δοχῇ, εἰς τιμὴν Θεοῦ τοῦ τὴν ἱερατείαν αὐτῷ ἐγχειρίσαντος. Ὡσεὶ δὲ ἑκάστῃ τῶν πρεσβυτίδων δίδοται, διπλοῦν διδόσθω τοῖς διακόνοις εἰς γέρας Χριστοῦ. Τοῖς δὲ πρεσβυτέροις, ὡς ἂν κάμνωσιν περὶ τὸν τῆς διδασκαλίας λόγον, διπλῆ καὶ αὐτοῖς ἀφοριζέσθω ἡ μοῖρα εἰς χάριν τῶν τοῦ Χριστοῦ ἀποστόλων, ὧν καὶ τὸν τόπον φυλάσσουσιν ὡς σύνεδροι τοῦ ἐπισκόπου καὶ τῆς Ἐκκλησίας στέφανος· εἰσὶν γὰρ συνέδριον καὶ βουλὴ τῆς Ἐκκλησίας. Eἰ δὲ καὶ ἀναγνώστης ἔστιν, λαμβανέτω καὶ αὐτὸς μοῖραν μίαν εἰς τιμὴν τῶν προφητῶν· ὡσαύτως καὶ ψαλτῳδὸς καὶ πυλωρός. Ἑκάστῳ οὖν ἀξιώματι οἱ λαϊκοὶ τὴν προσήκουσαν τιμὴν νεμέτωσαν ἐν τοῖς δόμασι καὶ τῇ κατὰ τὸν βίον ἐντροπῇ. Μὴ ·ᾳδίως δὲ ἐνοχλείτωσαν τῷ ἄρχοντι, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἃ βούλονται σημαινέτωσαν, τοῦτ' ἔστι διὰ τῶν διακόνων, πρὸς οὓς πλεῖον παρρησιαζέσθωσαν· οὐδὲ γὰρ τῷ παντοκράτορι Θεῷ προσελθεῖν ἔστιν, ἐὰν μὴ διὰ τοῦ Χριστοῦ. Oὕτως οὖν καὶ οἱ λαϊκοὶ πάντα ὅσα βούλονται διὰ τοῦ διακόνου φανερὰ τῷ ἐπισκόπῳ ποιείτωσαν, καὶ οὕτω κατὰ τὸ δοκοῦν ἐκείνῳ ἐπιτελείτωσαν. Oὐδὲ γὰρ