Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
προλαβοῦσιν ὁ περὶ τοῦ νόμου καὶ τῶν δικαιωμάτων οὑτοσὶ λόγος. Ἔστι δὲ πολλὴ μᾶλλον ἡ συμφυΐα. Καὶ ὅπως, ἔνθεν ἐρῶ· Τρεῖς εἰσιν οὗτοι θεῖοι σύμπαντες νόμοι· εἷς μὲν ὁ φυσικὸς ὁμοῦ καὶ δημιουργικὸς, καθ' ὃν ἐκ τῆς συνειδήσεως καὶ ἐκ τῶν κτισμάτων, τὸ δέον γινώσκομεν, καὶ τὸν ∆η μιουργὸν ἐπιγινώσκομεν· ἕτερος δὲ ὁ γραπτὸς, ὁ διὰ Μωσέως δοθείς· καὶ τρίτος ὁ πνευματικὸς καὶ εὐαγ γελικός. Ἐπεὶ οὖν περὶ τοῦ νόμου τοῦ ἐκ τῆς δη μιουργίας ἱκανῶς διέλαβεν ὁ ∆αβὶδ, καὶ ἔδειξεν ὅτι καὶ ὁ οὐρανὸς καὶ τὸ στερέωμα καὶ ἡμέρα καὶ νὺξ καὶ ἥλιος τὸν ποιήσαντα καταγγέλλουσι, συμπεριέλαβε δὲ καὶ τὸν φυσικὸν νόμον διὰ τῆς κτίσεως (ἓν γάρ ἐστι τῶν κτισμάτων καὶ ἡ φύσις), μεταβαίνει λοιπὸν ἐπὶ τοὺς λοιποὺς τόν τε γραπτὸν καὶ τὸν πνευματι κὸν, καὶ ἑκάτερον ὑποδιαιρεῖ εἰς ἐντολὰς, καὶ νόμους, καὶ κρίματα, καὶ μαρτυρίας, καὶ δικαιώματα. (A f. 114.) Πρῶτα τοίνυν τὸ εὐαγγελικὸν κήρυγμα, νόμον Κυρίου λέγει· οὐ γὰρ δι' ἑνὸς ἐξεφωνήθη τῶν προφητῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ πάντων ∆εσπότου. Ἔπειτα ἄμωμον ὀνομάζει· ὁ γὰρ διὰ Μωσέως νόμος, οὐκ ἦν ἄμεμπτος, ὡς ὁ πάνσεπτος Παῦλος γράφει· οὐδένα γὰρ ἐτελείωσεν. Ἔφη δέ που καὶ ὁ Θεὸς περὶ τῶν Ἰουδαίων, ὅτι "Ἐγὼ δέδωκα αὐτοῖς νόμιμα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς." Ἀντιπαραθέσει γὰρ τῶν εὐαγγελικῶν θεσπισμάτων, οὐ καλὸς ὁ νόμος· ἄμωμα δὲ ὁμολογουμένως τὰ Χριστοῦ παιδεύματα, ἃ καὶ ἐπιστρέφει ψυχὰς ἐκ φαυλότητος πρὸς ἀρετὴν, ἐκ πλάνης Ἑλληνικῆς πρὸς εὐσέβειαν, ἐξ ἀγνοίας καὶ σκότου εἰς φῶς καὶ σύν εσιν. Νόμος δὲ ὠνόμασται τὸ Εὐαγγέλιον, διὰ τὸ ἀπο νέμειν ἑκάστῳ τὰ ταῖς αὐτοῦ πράξεσι πρεπωδέ στατα, ἐπαίνους μὲν τοῖς ἀγαθοῖς, ποινὰς δὲ τοῖς κα ταφρονηταῖς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος. (A f. 114 b, Κυρίλλου καὶ Ὑπατίου.) Καθαρὸς μὲν οὐδεὶς ἀπὸ ῥύπου, οὐδ' ἂν ᾖ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Πλὴν ὥσπερ τὴν πόαν σμηκτικὴν εἶναί φασι τοῦ ῥύπου τῶν ἱματίων, οὕτως ὁ τοῦ Θεοῦ φόβος ὁ ἁγνὸς, τουτέστιν ὁ ἁγνοποιὸς, εἰς νοῦν εἰ γέ νοιτο τὸν ἀνθρώπινον, πᾶσαν αὐτοῦ διασμήχει κηλίδα. Τηρήσει δὲ καὶ εἰς μακραίωνα βίον τὸν τοιοῦτον· ὁ γὰρ ἐν ἁγνείᾳ διαπεράνας τὸν βίον, τοιοῦτος ἔσται καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. (A f. 115.) Κρίματα πάλιν καλεῖ τὰς ἐφ' ἑκάστῳ πράγματι θείας ψήφους καὶ ἀποφάσεις· ταῦτα δὲ ἀληθινὰ καὶ δίκαιά εἰσιν ἐπὶ τὸ αὐτὸ, τουτέστιν οὐκ ἀσύμφωνα καὶ ἀλλήλοις μαχόμενα, ἀδελφὰ δὲ μᾶλλον καὶ ἀλλήλοις συμβαίνοντα. Οὐδὲ μία γὰρ ἐναντιότης ἐν τοῖς τοῦ Σωτῆρος εὑρίσκεται νόμοις. ∆ιττῶς δὲ 69.833 κρίνει ὁ Θεὸς, ἢ φιλαγάθως ἢ δικαίως· καὶ φιλαν θρώπως μὲν ὡς ὅτε τῷ περὶ ἑνδεκάτην ὥραν κλη θέντι εἰς τὸν ἀμπελῶνα, ἴσον μισθὸν ἀπονέμει τοῖς προκεκμηκόσι· δικαίως δὲ ὡς ἐν τῇ στάσει τῶν προβάτων καὶ ἐρίφων, τοῖς μὲν λέγων· "∆εῦτε, κλη ρονομήσατε τὴν βασιλείαν·" τοῖς δὲ, "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον." Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας με γάλης. (A f. 115 b.) Ὁμολογήσας ὁ προφήτης ὅτι καὶ τὸν ἰσχνὸν νομοφύλακα πολλὰ παριππεύει, φησὶν ὅτι, Ὦ ∆έσποτα, τὰ κρύφιά τε καὶ ἀλλότριοι μή μου κατα κυριεύσωσι, σοῦ τοῦ κρίνοντος μὴ ἱστῶντος αὐτὰ, μηδὲ εἰς ἁμαρτίαν ἐμοὶ καταγράφοντος· ἢ, Ὅταν οἱ πονηροὶ λογισμοὶ, οὓς ὁ διάβολος τῷ νῷ ἐνίησι, μὴ κατακυριεύσωσί μου, ὥστε συγκαταθέσθαι αὐτοῖς, τότε καὶ ἄμωμος ἂν εἴην, καὶ ἀπὸ τῆς κατ' ἐνέρ γειαν ἁμαρτίας καθαρισθήσομαι, ἥτις μεγάλη ἐστὶν, ὡς πρὸς σύγκρισιν τῆς κατὰ διάνοιαν. Προφητικῶς δὲ καὶ ἡ φύσις πᾶσα βοᾷ πρὸς τὸν Θεόν· Ὁ μὲν νό μος, ὦ ∆έσποτα, τὸ σῶμα μόνον προσκαίροις ἥγνιζε ῥαντισμοῖς· σὺ δὲ καὶ ἐκ τῶν κρυφίων καθάρισόν με διὰ τοῦ βαπτίσματος, καὶ φεῖσαί μου ἀπὸ τῶν ἀλλο τρίων δαιμόνων· ἐὰν γὰρ οὗτοι μή μου κατακυριεύ σωσι, τότε ἀληθῶς ἄμεμπτος ἔσομαι καὶ καθαρισθή σομαι ἀπὸ τῆς ἀπιστίας, ἢ καὶ τῆς παραβάσεως, ἥτις ἁμαρτία ἐστὶ μεγάλη. (C f. 38.) Ἁμαρτίαν μεγάλην τὴν ἀποτελεσματι κὴν λέγει, ἣν ὁ τῶν κρυφίων κωλύει καθαρισμός.