Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν (καθὰ γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ἀκούεις ἄνω τε καὶ κάτω διαβεβαιουμένου καὶ λέγοντος, οὐχ ὑπεσταλμένως, ὡς οὔπω μὲν ἔχοντι τὴν περιτομὴν, ἐν ἀκροβυστίᾳ δὲ μᾶλλον ἔτι τυγχάνοντι δέδοται τῷ Ἀβραὰμ ἡ διὰ πίστεως αὐτὸν δικαιοῦσα χάρις, καὶ μὴν ὅτι κληρονόμοι τέθεινται τῶν παρὰ Θεοῦ χαρισμάτων οἱ ἰχνηλατεῖν ἐθέλοντες τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ προπάτορος Ἀβραὰμ τὴν μίμησιν, καὶ οὔτι που πάντως οἱ μέγα φρονεῖν εἰωθότες ἐπὶ τῇ διὰ Μωσέως διακονουμένῃ σκιᾷ, καὶ σαρκικὸν αὐχοῦντες πατέρα τὸν Ἀβραὰμ, ὃς Πολλῶν ἐθνῶν ὠνόμασται πατὴρ, καίτοι τοῦ Ἰσραὴλ ἑνὸς ἔθνους ὄντος, κἂν εἰ ἐκτείνοιτο τυχὸν εἰς πληθὺν οὐ μεμετρημένην, ὅτι τῶν ἐν πίστει γέγονε πατὴρ, οἳ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας συνειλεγμένοι, σύσσωμοι γεγόνασιν ἐν Χριστῷ, καὶ εἰς ἀδελφότητα κέκληνται πνευματικήν. Γεγένηνται μὲν γὰρ ἐξ Ἀβραὰμ Ἰουδαῖοι. Πλὴν οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Προσοικειοῖ δὲ μᾶλλον ἡ πίστις αὐτῷ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύσαντας. Πεποίηται γὰρ ἡ ὑπόσχεσις, δέδοται δὲ καὶ ἡ δικαιοῦσα χάρις, οὔπω μὲν ἔχοντι τὴν περιτομὴν τῷ Ἀβραὰμ, ὄντι δὲ μᾶλλον ἐν ἀκροβυστίᾳ, κατά γε τὴν πίστιν τῶν ἱερῶν γʹ. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ δῶρον οὐκ ἐπὶ μόνον ἂν ἴοι τὸν Ἀβραὰμ, εἰ καὶ ἐν αὐτῷ γέγονεν ἡ ὑπόσχεσις, ἐκπεφοίτηκε δὲ ὥσπερ καὶ εἰς πάντας λοιπὸν τοὺς πεπιστευκότας, ἐμπεδοῖ πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος, οἷς ἔναγχος ἔφην προστιθείς· Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ πρὸς δικαιοσύνην, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη 69.116 διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν. Οὐκοῦν ξένιον οὐρανοῦ καὶ δῶρον ἡμερότητος τῆς ἄνωθεν, ἡ ἐκ πίστεως ἡμᾶς δικαιοῦσα χάρις· καὶ ἐν τέκνοις Ἀβραὰμ καταλογισθεῖεν ἂν, οὐχὶ δὴ πάντως οἱ ἐξ αὐτοῦ κατὰ σάρκα γεγονότες, ἀλλ' ὅσοι τὴν πρὸς αὐτὸν πεπλουτήκασι συμμορφίαν, καὶ ἀδελφοὶ φρονοῦντες πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὗτοι καὶ τῶν παρὰ Θεοῦ χαρισμάτων ἔσονται κληρονόμοι, παρωθέντος ἐξ ἀπιστίας τοῦ κατὰ σάρκα Ἰσραήλ. ∆ιεπλάττετο δὲ, καὶ μάλα σαφῶς, καὶ τοῦτο ἡμῖν ἐν τῷ κατὰ Ἰσαὰκ μυστηρίῳ. Ἀλλὰ φέρε λέγωμεν ὡς ἔνι δὴ πάλιν, αὐτὰ παραθέντες εἰς εἴδησιν τὰ Μωσέως γράμματα. Ἔχει δὲ οὕτως· Μετὰ δὲ τὰ ῥήματα ταῦτα, φησὶν, ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ ἐν ὁράματι, λέγον· Μὴ φοβοῦ Ἀβραὰμ, ἐγὼ ὑπερασπίσω σου. Ὁ μισθόςσου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβραάμ· ∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἀβραάμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Συνῆπτο μὲν γὰρ αὐτῷ καὶ συνέστιος ἦν ἡ μακαρία Σάῤῥα (ἣ διερμηνευομένη λέγεται ἄρχουσα), γυνὴ τὴν ὥραν ἐκπρεπεστάτη καὶ λίαν εὐπρόσωπος· μεμαρτύρηκε γὰρ οὕτως τὸ Γράμμα τὸ ἱερόν. Παρείπετο δὲ δευτέροις ὥσπερ καὶ νόθοις ὑπηρετοῦσα γάμοις ἡ οἰκογενὴς, τουτέστιν, ἡ Ἄγαρ (καὶ αὐτὴ δὲ παροίκησις ἑρμηνευομένη). Ἀλλ' ἡ μὲν Σάῤῥα, τέκνων οὔπω γνησίων ὠδῖνα λαβοῦσα, κατεθρήνει τὴν ἀπαιδίαν. Ἡ δὲ Ἄγαρ ἔτικτε τὸν Ἰσμαήλ. Ἐχόντων δὲ ὧδε τῶν ἐν ἱστορίᾳ πραγμάτων, προσελάλει Θεὸς τῷ Ἀβραὰμ λέγων· Ἐγὼ ὑπερασπίσω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Ὁ δὲ, τί πρὸς ταῦτά φησι; ∆έσποτα, τί μοι δώσεις;