μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τοῦ συναφθέντος αὐτῷ ἀνθρώπου τὸ τετιμημένον σῶμα καὶ τὸ αἷμα. {Α} Εἶτα ὅποι ποτὲ θεῖεν ἂν τὸ μέγα τῆς εὐσεβείας μυστήριον; Ἀναιρεῖται γάρ, ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ Λόγου κένωσις, ὄντος μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, ἑλομένου δὲ δι' ἡμᾶς μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς, καὶ μετασχεῖν σαρκὸς καὶ αἵματος, καὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὅλῃ χαρίσασθαι τῇ ὑπ' οὐρανόν. Σέσωσται γὰρ δι' αὐτῆς, ἀνακεφαλαιουμένου τὰ πάντα τοῦ Πατρὸς ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται. Εἰ μὲν οὖν οὐκ αὐτὸν εἶναί φασι τὸν Μονογενῆ, θεοπρεπῶς τε ὁμοῦ καὶ ἀνθρωπίνως λέγοντα· Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἕτερον δέ τινα παρ' αὐτὸν ἰδικῶς νοούμενον Υἱὸν ἀνθρώπου σεσωκέναι ἡμᾶς, οὐκ αὐτός ἐστι Κύριος, κατὰ τὸ γεγραμμένον, ἀλλ' εἷς ἐξ ἡμῶν, καὶ ζωοποιεῖται λοιπὸν τὰ ὑπὸ φθορὰν οὐ διά γε Θεοῦ μᾶλλον τοῦ ζωοποιεῖν ἰσχύοντος, ἀλλ' ὑφ' ἑνὸς τῶν ὑπὸ φθοράν, χάριτι μεθ' ἡμῶν λαβόντος τὸ ζῆν. Εἰ δὲ ἀληθὲς ὅτι σὰρξ γέγονεν ὁ Λόγος, κατὰ τὰς Γραφάς, καὶ ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, κεκλήσεται καὶ Υἱὸς ἀνθρώπου, κἂν ἀσχάλλωσί τινες ἐπὶ τούτῳ, τοῖς τῆς ἀμαθίας ἐγκλήμασι σφᾶς αὐτοὺς ἐνιέντες ἁλοῖεν ἄν. Οὐ γὰρ ἦν ἑτέρως ζωοποιὸν γενέσθαι τὴν σάρκα, καίτοι κατ' ἰδίαν φύσιν ὑπενηνεγμένην τῷ φθείρεσθαι δεῖν, εἰ μὴ γέγονεν ἰδία τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου. Ἐνηργεῖ γὰρ οὕτως τὰ αὐτοῦ, τὴν ζωοποιὸν αὐτοῦ δύναμιν ὠδινήσασα. Καὶ θαυμαστὸν οὐδέν, εἰ γάρ ἐστιν ἀληθὲς ὅτι ταῖς ὕλαις ὁμιλῆσαν τὸ πῦρ, καίτοι θερμὰς οὐκ οὔσας αὐτὰς κατ' ἰδίαν φύσιν, ἀποφαίνει θερμάς· ἐνίησι γὰρ καὶ μάλα πλουσίως αὐταῖς τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐνέργειαν. Πῶς οὐ μᾶλλον ἐνίησι Θεὸς ὢν ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν καὶ ἐνέργειαν, ἑνωθεὶς αὐτῇ καὶ ἰδίαν αὐτὴν ἀποφήνας, ἀσυγχύτως καὶ ἀτρέπτως καὶ καθ' ὃν οἶδε τρόπον αὐτός; {Β} Ἀναγκαῖον οὖν ἄρα συνομολογεῖν, οὐδενὸς ἑτέρου μεσολαβοῦντος, παντελῶς ἴδιον γενέσθαι τὸ σῶμα τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου, κἂν ἐψυχωμένον νοοῖτο ψυχῇ νοερᾷ. {Α} Πάνυ μὲν οὖν, εἰ τὸν ἀπλανῆ τῆς πίστεως ὀρθοτο778 μοῦμεν λόγον, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐσμὲν ἐρασταί, καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦμεν πίστιν, οὐκ ἀποφερόμενοι τῆς εὐθείας, οὔτε μὴν τὴν βασιλικὴν ἀφέντες τρίβον, καὶ ταῖς τινων εἰκαιομυθίαις εἰς κίβδηλον νοῦν ἀποκομιζόμενοι, ἐποικοδομούμενοι δὲ μᾶλλον ἐπ' αὐτῷ τῷ θεμελίῳ, τουτέστι ΧριστῷΘεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καθὰ γέγραφεν ἀληθῶς ὁ σοφὸς ἀρχιτέκτων καὶ τῶν αὐτοῦ μυστηρίων ἱερουργός. Ἕνα τοιγαροῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς εἶναι πιστεύομεν, καὶ ἐν ἑνὶ προσώπῳ νοούμενον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, γεννηθέντα μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς θεϊκῶς ὡς Λόγον πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν γεγονότα κατὰ σάρκα ἐκ γυναικός, αὐτῷ τε προσνεμοῦμεν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα, καὶ αὐτοῦ γενέσθαι φαμὲν τὴν κατὰ σάρκα γέννησιν καὶ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, οἰκειουμένου μὲν ἅπαντα τὰ τῆς ἰδίας σαρκός, μεμενηκότος γε μὴν ἀπαθοῦς τῇ τῆς θεότητος φύσει. Κάμπτει γὰρ οὕτως αὐτῷ πᾶν γόνυ, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.