38
αὐτὸν, εἶτ' ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν 102 ἐκ νεκρῶν ἀνάστασιν εἰπὼν τῇ Μαριὰμ, Μή μου ἅπτου, 102 οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενος αὐτοῖς· ἀνεληλυθὼς δηλαδὴ πρὸς τὸν Πατέρα, καὶ αὖθις δι' ἣν ἐπετέλει οἰκονομίαν κατεληλυθώς. ∆ι' ὃ καὶ εἴρηται· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; ∆ι' ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν; Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δ' ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται Θεοῦ σωτηρία· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας, αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε, Τεκνία, ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ τῶν μετ' ἐκείνους ἐν ἁπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα; 103 Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ. ∆ʹ. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ' αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἐπεὶ Χριστὸς σοφία Θεοῦ ὢν δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ' αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ' ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι 104 ὑπολαμβάνω, μεθ' οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δ' ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων; Ψ. Ἐκ τοῦ ἐκκλησιαστοῦ Εʹ. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ' αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης