1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

38

ἐπεφήμισαν. ἔνθεν αὐτοῖς καὶ οἱ τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. εἰ δή σοι φίλον, αὖθις καὶ τούτου τόνδε γράφοντος ἄκουε τὸν τρόπον· 2.6.1 ζʹ. ΠΕΡΙ ΤΟΥ ΝΕΚΡΩΝ ΕΙΝΑΙ ΤΑΦΟΥΣ ΤΑ ΚΑΛΟΥΜΕΝΑ ΑΥΤΩΝ ΙΕΡΑ ΤΩΝ

ΘΕΩΝ «Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ' εἰς ἐπίδοσιν ἐλθοῦσα πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, οὓς δὴ οὐδὲ γὰρ οὐδὲ τοῦτο σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐλέγξω νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. 2.6.2 Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου,Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν 2.6.3 ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται, Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ ∆αείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου 2.6.4 τοῦ ὑπὸ τῇ ἀκροπόλει, αἱ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν ∆ήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ ∆ηλίου 2.6.5 ἐστὶν ἱερῷ. Λέανδρος δὲ Κλέοχον ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ ∆ιδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν Τελμησσῷ βωμὸν τοῦ Ἀπόλλωνος· μνῆμα εἶναι καὶ τοῦτον 2.6.6 Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφρο2.6.7 δίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ[ὲ] ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε;» 2.6.8 Καὶ μετ' ὀλίγα φησί· «Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων· τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενό2.6.9 μενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς. οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα· καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο ὁ συναγρυπνήσας ἐραστής.» Καὶ ἐπάγει· «Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόου καὶ πόλις· καθάπερ δέ, οἶμαι, οἱ ναοὶ οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες δὴ καὶ μαυσώλ<ε>ια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν.» 2.6.10 Καὶ πάλιν μετ' ὀλίγα· «Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλασσα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ' ἐστὶν ἐν ὑμῖν τάφος, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς.» 2.6.11 ηʹ. ΠΟΙΑ ΤΙΣ ΗΝ Η ΤΩΝ ΠΑΛΑΙΩΝ ΠΕΡΙ ΘΕΩΝ ∆ΟΞΑ Ταῦτα μὲν οὗτος. σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς