ἀνατέλλουσα δὲ τὸ τέλος· διὰ τῆς ει διφθόγγου δὲ γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Πληϊὰς κατ' ἔκτασιν τοῦ ε εἰς η· 9Πυρόεισ9. 9Πειραιεύσ9: ∆ιὰ τῆς ει διφθόγγου, παρὰ τὸ περαιοῦσθαι γέγονεν, περαιεὺς καὶ πλεονασμῷ τοῦ ι Πειραιεύς· τὸ δὲ ραι ἐκ τοῦ πέρας, καὶ προσέλαβεν τὸ ι. 9Πλατεῖα9: Παρὰ τὸ πλατύς. 9Πολύκλειτοσ9: ει· παρὰ τὸ κλειτὸς, ὅπερ διὰ τῆς ει δι φθόγγου γράφεται, παρὰ γὰρ τὸ κλέος, κλεϊτὸς, καὶ συναι ρέσει κλειτὸς, καὶ πολύκλειτος. 9Πειρήνη9: Ἡ κρήνη· ἔστιν δὲ πηγὴ ἐν Κορίνθῳ, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη· οἱονεὶ, ἡ πολλή· καὶ κατὰ ἀποβολὴν τοῦ α Πειρήνη· ἢ ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη, καὶ διὰ τοῦτο διὰ τῆς ει διφθόγγου γρά φεται. 253 9Πείρειν9: ει· παρὰ γὰρ τὸ πέρας γέγονεν πέρην, καὶ πλε ονασμῷ τοῦ ι πείρην. 9Πενειόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ει· ὡς Ἀλφειός. 9Πείρινθοσ9: Σημαίνει δὲ τὸ τετράγωνον τὸ τιθέμενον ἐπάνω τῆς ἁμάξης, ει· παρὰ γὰρ τὸ περιθέειν γέγονεν πέρινθος, καὶ πλεονασμῷ τοῦ ι πείρινθος. 9Πλεισθένησ9: Ἔστιν δὲ ὄνομα κύριον, ει δίφθογγος· ὥσπερ γὰρ παρὰ τὸ δέον γέγονεν δεῖν, κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον· καὶ παρὰ τὸ πλέον, πλεῖν· οὕτως καὶ παρὰ τὸ πλέον καὶ σθένος γέγονεν πλεοσθένης, καὶ κράσει Πλεισθένης. 9Πρεσβεῖα9: ∆ιὰ τῆς ει διφθόγγου γράφεται· σημαίνει δὲ τὴν γεγαρηκυῖαν, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρεσχηματισμένα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ταχὺς, ταχεῖα, οὕτως καὶ πρεσβὺς, πρεσβεῖα· τοῦτο δὲ γίνεται κατὰ συγκο πήν· ἰστέον δὲ ὅτι σπανίως πάνυ εὕρηται ἐν χρήσει. 9Πεισίστρατοσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πεί θω, πείσω, Πεισίστρατος. 9Ποσειδῶν9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πέδον σείειν· ἀπὸ τοῦ οὖν τὸ πέδον γίνεται πεδοσείων, καὶ ἐν ὑπερ βιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν· καὶ παρὰ τοῖς Ἀθηναίοις δὲ διὰ τῆς ει διφθόγγου γράφεται· οἱ δὲ Αἰολεῖς καὶ οἱ ∆ω ριεῖς διὰ τοῦ ι. 9Πείσανδροσ9: Παρὰ τὸν πείσω μέλλοντα, καὶ τὸ Πεισί στρατος ὁμοίως. 9Πάδειοσ9: ει δίφθογγος τὸ κτητικόν. 9Παιδίου πλοκάμοισι9: ι. 9Πέλεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως, οἱ ∆ωριεῖς διὰ τοῦ ι γράφουσιν αὐτό· καὶ ἰστέον δὲ ὅτι ὥσπερ παρὰ τὸ μαῖα γίνεται μαιὰς μαιάδος, οὕτως καὶ παρὰ τὸ πέλεια, πελειὰς πελειάδος, φυλαττομένης τῆς αὐτῆς γρα φῆς. 9Πρυτανεῖον9: Τῷ λόγῳ τοῦ βαλανεῖον· καὶ ἄλλως, τὰ 254 ἀπὸ τῶν διὰ τοῦ ευω διὰ τοῦ ειον γινόμενα διὰ τῆς ει διφθόγ γου γράφεται. 9Πιθανόσ9: ι· 9Παιδεῖα9· ει· παιδεύω γάρ. 9Πανδοκεῖον9: ει δίφθογγος· κτητικὸν γὰρ ἀπὸ τοῦ παν δοκεύς. 9Προμήθεια9: ει, καὶ προπαροξύνεται· οὕτως ἡ παράδοσις. 9Πράσειον9: ει δίφθογγος ἡ βοτάνη. 9Προσέχεια9: ει δίφθογγος, καὶ προπαροξύνεται ἀπὸ τοῦ προσεχής. 9Πυλωρόσ9: Τὰ εἰς ρος ὀξύτονα ἢ τὸ ε παραλήγεται, ἢ τὸ η, ἢ τὸ ν, ἢ τὸ ω· οἷον, φθονερός· καματηρός· ἰσχυρός· οὕτως καὶ πυλωρός. 9Πραγματεῖα9: Ἡ πρᾶσις ει· 9Πραγματία9 δὲ ἡ συγγρα φὴ ι. 9Πρόσσκομμα9: ∆ύο ςσ· παρὰ τὸ σκώπτω, καὶ ἡ πρόθεσις φυλάττεται εἰς τὰ ῥήματα· ὁ γὰρ παθητικὸς παρακείμενος δεικνύει τὸ προσσκόψεται. 9Προσήλυτοσ9: η· 9Πειροσ9· τυφλός· 9Περιείη9. 9Προοίμιον· Πενιχρός· Πώρωσις· Πλημμοιρῶ9. 9Πῶμα9: Τὸ σκέπασμα πρὸς ἀντιδιαστολήν. 9Πώγων· Πιλωτόν· Πήρωσισ9. 9Πύον9: Τὸ ἔμπυον. 9Παλαιστίνη· Παλαίστρα· Πραῖδα· Παλαιόσ9. 9Πρακτέοσ9: Τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων κυρίων διὰ τοῦ εος γινομένων παράγωγα ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, πρακτὸς, πρακτέος. 9Πυνθάνω9: Παρὰ τὸ πεύθω, πυνθάνω, ὡς λείπω, λιμ πάνω. 9Πήλη9: Ὄνομα νήσου· 9Πεπυρωμένοσ9.
9Ῥήγιον9: Ἔστιν δὲ ἐθνικὸν, διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Ῥήγιον πόλις
ἐστὶν πλήσιον τῆς Σικελίας· Ῥήγειον δὲ λέγουσιν· ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθαι τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου· καὶ παρὰ τὴν ῥῆξιν δέ φασιν ὅτι καὶ