ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐ τόν. 44.2 Καὶ τούτου γενομένου, ὡς ἠκούσαμεν παρά τινων, ἄπεμψε καὶ ὁ δεσπότης τὴν τοῦ ἀμηρᾶ πρὸς αὐτὸν πρόσοδον καὶ τὸ χρέος τῆς δου λείας εἰς τὰ φωσάτα, εἰπόντος· Ἐγώ εἰμι γέρων καὶ ἀσθενής· ὁ ἐκπλη ρῶν τὴν δουλοσύνην ἀπέθανε. Λοιπὸν ἡ πολλὴ πρόσοδος ἂς δοθῇ, ὅπου ὁρίσῃς· ἐμοὶ δὲ ἂς δοθῇ, ὅσον νὰ ζῶ, καθήμενος ἐνταῦθα μετά τινων ὀλίγων. Ἀπελογήσατο ὁ ἀμηρᾶς· Καλῶς λέγει· καὶ ἂς χωρίσῃ τοὺς θέλει. Καὶ ἐχώρισε· καὶ δέδωκε πρὸς αὐτὸν ἄσπρα ʹν, ἵνα ἔχῃ αὐτὰς ἀπὸ τὸ κουμέρκι τοῦ ἀλεύρου, τοὺς δὲ πλείονας τῶν ὑποχειρίων αὐτοῦ περιορίσας ἀπῆρεν, ἵνα εὑρίσκωνται εἰς τὴν Πόλιν. Ἄλλοι δὲ εἶπον ἄλ λως γεγονέναι καὶ μέλλομεν μαθεῖν καὶ διηγήσεσθεν. 44.3 Τοῦ δ' αὐτοῦ χρόνου τὸ θέρος ἐγεγόνει τοσαύτη λοιμώδης νόσος εἴς τε τὴν Κωνσταντινούπολιν καὶ τὴν Ἀνδριανούπολιν καὶ τὴν Καλλί πολιν καὶ τὰ πέριξ αὐτῶν κάστρη καὶ κωμοπόλεις καὶ χώρας, οἵα οὐ γέγονε παρόπισθε χρόνους πολλούς. Τεθνήκασι γάρ, ὡς λέγουσι, μυριά δες πολλαὶ ἀνθρώπων, οὐ χιλιάδες, σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ δεσπότου θυγάτηρ.
45.1 Τοῦ δὲ ο-ου ἔτους Νοεμβρίῳ μηνὶ ἀπῆλθον κἀγὼ εἰς τὴν Ἁγίαν Μαῦραν, παρακινήσει τῆς βασιλίσσης κυρᾶς Ἑλένης καὶ πενθε-ρᾶς τοῦ αὐθεντὸς τοῦ τόπου ἐκείνου κυροῦ Λεονάρδου, ἵνα καὶ τὸν τό πον καὶ τοὺς ἐκεῖσε ἀναθεωρήσω καὶ ὡς δῆθεν ἀνεψιοῦ τοῦ μακαρίτου αὐθεντός μου τοῦ βασιλέως κυροῦ Κωνσταντίνου καὶ ὑπὲρ τοῦ πατρὸς αὐτοῦ παθόντος μου ζημίαν μεγίστην, ὡς προεδήλωσα ἐν τῷ λη-ῳ ἔτει, ἀπολαύσω τινὸς εὐεργεσίας ἐτησίου ὡς γέρων καὶ ἀσθενὴς καὶ πτωχὸς ἀπὸ τῆς αἰχμαλωσίας. Ἐπανέστρεψα δὲ τῇ κβ-ᾳ τοῦ αὐτοῦ, εὐτελῆ πάν τα καὶ ἰδὼν καὶ ἀπολαύσας ἄνευ τοῦ ὑπερέχειν ἐν τῷ μπασταρδικῷ γέ νει τὴν πᾶσαν ἀρχὴν αὐτοῦ· δεῖ γὰρ τοῖς ἀρχομένοις ἐξομοιοῦσθαι τοῖς ἄρχουσι. 45.2 Καὶ τὸν Ἰαννουάριον τοῦ αὐτοῦ ἔτους καὶ ὁ τῆς Ἀλβανιτίας αὐθέντης Σκαντάρης τέθνηκε φυσικῷ θανάτῳ· καὶ τὸ μὲν τοῦ τόπου καὶ τῆς αὐθεντίας αὐτοῦ ἔλαβεν ἡ αὐθεντία τῶν Βενετιῶν, τὸ δὲ ὁ τῆς ἀδελ φῆς αὐτοῦ υἱός, Τοῦρκος ὢν καὶ εἰς τὸν ἀμηρᾶν καὶ σταλεὶς παρ' ἐκεί νου. 45.3 Ἀπὸ δὲ τοῦ ἡμίσεως ἔαρος τοῦ αὐτοῦ, δηλονότι ο-ου ἔτους καὶ ὅλου τοῦ θέρους διαβιβάσαντός μου κακῶς ἀπὸ τῆς συνήθους ἀσθενείας τοῦ ῥευματισμοῦ, ἀλλὰ δὴ καὶ τῶν κοσμικῶν φορεμάτων μου διαλυθέντων, ἐρασοφορέσαμεν τῇ α-ῃ τοῦ Αὐγούστου μηνὸς καὶ ἀντὶ Γεώργιος Γρη γορίου, ἀντὶ δὲ Ἑλένη Εὐπραξία ὠνομάσθημεν, διδόντες πρῶτον τὴν εἰς θεὸν τῆς πίστεως ὁμολογίαν ἡμῶν ἔχουσαν οὕτως· 45.4 Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μὴ κτίσμα εἶναι οὐδ' ὑπὸ χρόνον κατὰ τὸν ἄφρονα Ἄρειον, ἀλλ' ὁμοούσιον καὶ συναΐδιον τῷ θεῷ καὶ πατρί, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ποιητὴν χρόνων καὶ τῶν κτισμάτων πάντων, ὕστερον δὲ σαρκωθέντα δι' ἡμᾶς ἐκ πνεύματος ἁγίου καὶ Μα ρίας τῆς ἀειπαρθένου. Πιστεύω τὸ πνεῦμα ἅγιον μὴ κτίσμα εἶναι μηδὲ ἑτερούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ὁ Μακεδόνιος ὁ κενὸς τῆς αὐτοῦ χάριτος ἐβλα σφήμει, ἀλλὰ θεὸν ἀληθινόν, ὁμοούσιον καὶ συναΐδιον τῷ πατρὶ καὶ τῷ υἱῷ, ἐκ τοῦ πατρὸς πρὸς υἱὸν ἐκπορευτῶς, ὥσπερ ὁ υἱὸς ἐξ αὐτοῦ γεν νητῶς. Πιστεύω μὴ ἄλλον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν προαιώνιον, ἕτερον δὲ τὸν ἐκ τῆς παρθένου γεννηθέντα Ἰησοῦν Χριστόν, ὡς ὁ ἄφρων Νεστόριος ἐβλασφήμει, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα δύο μὲν εἶναι μετὰ τὴν ἕνωσιν φύσεις, ἕνα δὲ τῇ ὑποστάσει τῇ θεϊκῇ δηλονότι· διὸ καὶ τὴν αὐτὸν τεκοῦσαν κυρίως καὶ ἀληθῶς Θεοτόκον εἶναι καὶ οὐ Χριστο τόκον κατ' ἐκεῖνον τὸν ἄφρονα. Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μετὰ τὴν ἐνανθρώπησιν μὴ εἰς μίαν φύσιν τὰς δύο συνάψαι κατὰ τοὺς ἄφρονας ∆ιόσκορον καὶ Εὐτυχῆ, οἲ τῇ θεότητι τὰ πάθη προσῆπτον, ἀλλ' ἐν δύο φύσεσι καὶ μετὰ τὴν ἕνωσιν ἀσυγχύτως γνωριζόμενον, καὶ μήτε προϋ πάρχειν τὰς ψυχὰς τῶν σωμάτων, μήτε τέλος εἶναι κολάσεως μήτε ἀποκατάστασιν δαιμόνων κατὰ τὸν ἄφρονα Ὠριγένην. Πιστεύω τὸν