1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

38

πόσοις ἔτεσι τὸν Ἄμωσιν προγεγονέναι Μωυσέως καὶ τῆς ἐξόδου παρελογίσατο, ἵνα μὴ λέγω συνελογίσατο. μαρτυρεῖ δὲ καὶ Ἀφρικανὸς ἕκτον βασιλέα Ἄφωφιν κατὰ τὴν ιεʹ δυναστείαν ἔτη ξαʹ τῆς Αἰγύπτου βασιλεῦσαι. Εἰ δὲ τοῖς χρόνοις πεπλεονακέναι δοκεῖ ἀπὸ Ἀφώφεως ἐπὶ Ἄμωσιν, τοῦτο παρὰ τῆς Αἰγυπτίων ἔπαθεν ἀσυμφωνίας, οὕτω παρὰ Μανεθῶ κεί μενα εὑρών· πλείω γὰρ πʹ τῶν ἀπὸ Ἰωσὴφ ἐτῶν ἐπὶ Μωυσέα. Οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου τῆς ιηʹ δυναστείας μετὰ τὸν πρῶτον παρὰ Ἀφρικανῷ Ἀμώσ ∆εύτερος κατὰ Ἀφρικανὸν κατὰ τὴν ιηʹ δυναστείαν ἐβασίλευσε Χεβρὼς ἔτη ιγʹ. Τρίτος Ἀμενωφθὶς ἔτη καʹ. 78 Τέταρτος Ἀμενσὶς ἔτη κβʹ. Πέμπτος Μίσαφρις ἔτη ιγʹ. Ἕκτος Μισφραγμούθωσις ἔτη κ ςʹ, ἐφ' οὗ ὁ ἐπὶ ∆ευκαλίωνος κατακλυσμός. Ὁμοῦ ἀπ' Ἀμὼς ἕως Μισφραγμουθώσεως ἀρχῆς κατὰ Ἀφρικανὸν γίνονται ἔτη ξθʹ. τοῦ γὰρ Ἀμὼς οὐδ' ὅλως εἶπεν ἔτη. Εἰ δ' ἄρα γε κατὰ τὴν Εὐσεβίου στοιχείωσιν δῶμεν κεʹ ἔτη τοῦ Ἀμὼς καὶ κ ςʹ τοῦ Μισφραγμουθώσεως, ἦ κατὰ Ἀφρικανὸν καὶ Εὐσέβιον ἔσονται ἀπὸ ἀρχῆς Ἀμὼς ἕως τέλους Μισφραγμουθώσεως ἔτη ρκʹ, ὅσα καὶ τῆς ζωῆς Μωυσέως πεπίστευται εἶναι. καὶ πῶς ἐστι δυνατὸν ἀπὸ τῆς ἀρχῆς Μωυσέως, εἴτουν τῆς ἐξ Αἰγύπτου πορείας, ἐὰν κατὰ τὸν Ἀμὼς δῶμεν αὐτὸν ἐξεληλυθέναι, ὡς Ἀφρικανῷ δοκεῖ, ἢ ἀπὸ τῆς νεότητος, ὡς αὐτὸς διαπορεῖ, ἕως τελευτῆς αὐτοῦ Μωυσέως τοὺς δύο κατακλυσμοὺς παρ' Ἕλ λησι βεβοημένους γεγονέναι; λέγω δὴ τὸν πρῶτον ἐπὶ Ὠγύγου ἐν τῇ Ἀττικῇ καὶ τὸν ἐπὶ ∆ευκαλίωνος ἐν Θετταλίᾳ χρόνοις ὕστερον σμηʹ, ἀναμφι λέκτως συμβάντα ἐπὶ Κραναοῦ αὐτόχθονος δευτέρου βασιλέως Ἀθήνησιν. ἵνα γὰρ ἐπὶ Ἀμὼς δῶμεν αὐτὸν γεγενῆσθαι, ὅπερ μᾶλλον συμφωνεῖ τοῖς Ἰνάχου χρόνοις, καὶ ἐπὶ Μισφραγμουθώσεως τετελευτηκέναι, διπλοῦς ὁ τῶν χρόνων πλείων πέφυκεν ἀριθμός, ὡς αὐτὸς Ἀφρικανὸς μεμαρτύρηκεν ἐν ἀρχῇ τοῦ τρίτου λόγου εἰπών· ἀπὸ μὲν Ὠγύγου διὰ τὴν ἀπὸ τοῦ κατα κλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ ἔτεσιν ρπθʹ. εἶτα Κέκροψ ὁ διφυὴς ἔτη νʹ. Κραναὸς αὐτόχθων μετὰ Κέκροπα ἔτη θʹ. ὁμοῦ γίνονται ἀπὸ τοῦ ἐπὶ Ὠγύγου κατακλυσμοῦ ἐπὶ Κέκροπα πρῶτον βασιλέα Ἀθήνησι καὶ τὸν μετ' αὐτὸν δεύτερον Κραναὸν ἔτη σμηʹ. τὰ δ' αὐτὰ καὶ ἀπὸ τῆς ἐξόδου Μωυσέως καὶ Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τοῦ ἐπὶ ∆ευκαλίωνος κατακλυσμοῦ ἐν Θετταλίᾳ. ὅ τε γὰρ ἐπὶ Ὠγύγου κατακλυ σμὸς ἐπὶ Φορωνέως καὶ τῆς ἀπ' Αἰγύπτου πορείας τοῦ λαοῦ ἱστορεῖται 79 τῷ αὐτῷ Ἀφρικανῷ, καὶ ὁ ἐπὶ ∆ευκαλίωνος ἐπὶ Κραναοῦ δευτέρου βασι λέως Ἀθήνησιν, ὡς ἐκ τῶν αὐτοῦ συγγραμμάτων ἀποδέδεικται. οὐκ ἄρα καλῶς ἐπὶ Μισφραγμουθώσεως τὸν ἐπὶ ∆ευκαλίωνος λέγει κατακλυσμόν. ὁ γὰρ Μισφραγμούθωσις μετὰ τὸν Ἄμωσιν πρῶτον βασιλέα κατ' αὐτὸν καὶ κατὰ τὸν Εὐσέβιον τῆς ιηʹ δυναστείας μόλις πεʹ χρόνοις ὕστερον καταλήγει. ὑπολείπεται δὴ λοιπὸν ἡμῖν λογίζεσθαι τὸν ἐπὶ Ὠγύγου κατα κλυσμὸν ἐπὶ Μισφραγμουθώσεως γεγονέναι μᾶλλον, ἐφ' οὗ καὶ Μωυσῆς καθ' ἡμᾶς καὶ ἄλλους ἀκριβεστέρους ἐκπεπόρευται τῆς Αἰγύπτου σὺν τῷ λαῷ, ὅπερ Ἀφρικανός, συγγνώτω μοι, διαπορήσας ἀντὶ τοῦ ἐπὶ Ὠγύγου τὸν ἐπὶ ∆ευκαλίωνος εἴρηκεν ἑαυτῷ ἀντιπίπτων. καὶ οὕτω μὲν ἐν τούτῳ διήμαρτεν οὐ συλλογισάμενος ἀκριβῶς ὅτι Κέκροψ ὁ διφυὴς καὶ Κραναὸς οἱ πρῶτοι βασιλεῖς Ἀθηναίων μετὰ Ὤγυγον, ἐφ' ὧν καὶ ὁ ἐπὶ ∆ευκαλίωνος γέγονε κατακλυσμὸς ἐν Θετταλίᾳ, μετὰ Μισφραγμούθωσιν ἦσαν χρόνοις ὕστερον τοὐλάχιστον ρνʹ, ὡς αὐτὸς μαρτυρῶν ἀποδέδεικται. Σαφῶς δὴ ἔκ τε τῶν Εὐσεβίου παραλογισμῶν πρὸς τοὺς βελτίονας αὐτοῦ, οἷς ἀντιπίπτων ἀμαρτύρως τὰ δοκοῦντα αὐτῷ συνέγραψεν, ἔκ τε τῶν Ἀφρικανῷ λελεγμένων, ὀρθῶς μὲν ἐν οἷς ἐμμαρτύρως εἴρηκε κατὰ Ἴναχον καὶ Φορωνέα γενέσθαι Μωυσέα, διηπορημένως δὲ ἐν οἷς ἢ νέον αὐτὸν ἐπὶ Ἀμώσιος εἶναι κατηναγκάσθη παρὰ τῆς ἀληθείας φάναι ἢ τῆς Αἰγύπτου ἐκπορευθῆναι, παρέστη ἡμῖν ὅτι ἐπὶ Μισφραγμουθώσεως ἡγή σατο τοῦ λαοῦ, τοῦ καὶ Ἀμώσιος, καὶ ὅτι ἐπ'