38
τὴν δ' εἰς τὸ ἑξῆς ἀσφάλειαν καὶ εἰρήνην, βασιλέως παρεχομένου, ἀπεωσάμεθα αὐτοὶ κακῶς. μέμνησθε γὰρ δήπου ὡς ἐν Ἀδριανοῦ τοὺς ἐλθόντας ἐκ βασιλέως ἐπὶ τῇ εἰρήνῃ πρέσβεις, στασιάσαντες 1.111 ἀπεπέμψατε ἀπράκτους καὶ τὸν περὶ τοῦ ζῇν κίνδυνον ἐπικρεμάσαντες αὐτοῖς· ὃ ἐμοὶ εὐθύς τε ἐδόκει τῶν δεινοτάτων, καὶ ἐς τὴν ὑστεραίαν ἐν ἐκκλησίᾳ γενομένῳ λόγος ἐγένετο πολὺς τήν τε ἀταξίαν καὶ ἀναρχίαν ὡς κακῶν αἰτίαν αἰτιωμένῳ, καὶ περὶ τοῦ μηκέτι τολμᾷν τοιαῦτα παραγγέλλοντι πολλά. αὖθις δὲ ἐπὶ τοῖς αὐτοῖς τὴν ἐμὴν νῦν πέμψαντος θείαν, συγγνώμην τε ἐφ' οἷς ἡμάρτομεν παρεχομένου καὶ διαλλαγὰς αἰτοῦντος, οὔθ' ὅσιον οὔτ' ἀνθρώπων ἐχόντων νοῦν τὴν εἰρήνην ἀπωθεῖσθαι. τριῶν γὰρ ὄντων, ἃ πᾶσι πολέμοις πέρας ἐπάγει, τοῦ τε τὰ οἰκεῖα ἐν ἀσφαλείᾳ θέσθαι τινὰ, καὶ τοῦ τὴν τῶν πολεμούντων ἀρχὴν ὑφ' ἑαυτὸν ποιήσασθαι, καὶ τρίτου, τοῦ αὐτοὺς τοὺς πολεμοῦντας ἀποκτεῖναι, τὰ δύο μὲν ἡμῖν πάρεστι μετὰ εὐκλείας, τοῦ τρίτου δὲ μήτε τυχεῖν γένοιτο, μήτ' ἐπιθυμῆσαί ποτε. τὸ μὲν γὰρ ἐν ἀσφαλείᾳ εἶναι ὁ θεός τε παρέσχετο καὶ αὐτὸς ὅρκοις πιστώσεται βασιλεύς· ὅπερ εἰ καὶ πρότερον ἡμῖν ἐξῆν, οὐδ' ἂν τὴν ἀρχὴν ὅπλα ἐκινοῦμεν. τὴν Ῥωμαίων δὲ ἡγεμονίαν καὶ ἅμα μὲν τῷ προελθεῖν εἰς φῶς ὁ πατὴρ παρέσχετο καὶ βασιλεὺς, βασιλέα χειροτονήσας· καὶ νῦν δὲ ἀσφαλῶς ἐστιν ἔχειν, πρὸς οὐδένα ἕτερον, ἢ ἐμὲ ἐκ διαδοχῆς πάντως ἐλευσομένην. πολέμιον δὲ οὔθ' ἥγημαί ποτε τὸν ἐμὸν πάππον καὶ βασιλέα, μήθ' οὕτω μανείην ὥστε ἢ νομίσαι ἢ βουλεύσασθαί τι τῶν ἀνηκέστων κατ' αὐτοῦ. οὐ μὴν ἀλλ' οὐδὲ ὑμᾶς οἴομαι φιλοῦντας τοιαύτῃ συμφορᾷ περιϊδεῖν ἂν 1.112 ἡδέως περιπεσόντα, ὥστ' ἀλάστορος καὶ πατροφόνου δίκας πᾶσι τοῖς ὑφ' ἥλιον ὀφείλειν. ὅτε τοίνυν τῶν καταλυόντων τοὺς πολέμους τὰ μὲν ἡμῖν περίεστι, τὸ δ' ἐν εὐτυχίας μεγίστῳ μέρει μὴ παρεῖναι καὶ προσέτι πρόσεστιν εὔκλεια τοῖς πραττομένοις, καταθέσθαι τὸν πόλεμον προσήκει. ἔτι δὲ οὐδ' ἂν εὐφρονούντων ἀνθρώπων ἔργον πράξομεν μὴ βουλόμενοι τὸν πόλεμον καταλύειν. εἰ μὲν γὰρ νῦν ἐπελθόντες παραληψόμεθα τὴν πόλιν, πλέον μὲν οὐδὲν ὧν νῦν ἔχομεν ἔχειν ἐξέσται· ἃ δ' ἔχομεν μετ' εὐκλείας ἅμα καὶ δικαιοσύνης καὶ πατρικῆς εὐχῆς, ἁρπάζειν καὶ ἀδικεῖν, καὶ μονονουχὶ πατροκτονεῖν ἔχοντας δοκεῖν, ὃ παραφρονούντων ἢ φρονούντων ἂν εἴη. εἴπερ δὲ οὐ δυνησόμεθα παραλαβεῖν, πρὸς τῷ πᾶσιν ἀνθρώποις μισεῖσθαί τε καὶ διαβάλλεσθαι δικαίως, ὅτι πρὸς εἰρήνην προκαλούμενοι, ἀδικίᾳ καὶ πλεονεξίᾳ γνώμης οὐχ ὑπηκούσαμεν· καὶ πρὸς κινδύνους ἀνονήτους ἑαυτοὺς ὑποβαλοῦμεν, καὶ πολλαῖς πόλεσι καὶ χώραις αἴτιοι καταστησόμεθα κακῶν ἀνηκέστων. τούτων ἕνεκα αὐτός τε ἀσπάζομαι τὴν πρὸς βασιλέα εἰρήνην, καὶ ὑμῖν λυσιτελεῖν νομίζων συμβεβούλευκα. ἔσεσθε γὰρ ἀπειληφότες δόξαν ἀνδρίας ἅμα καὶ δικαιοσύνης καὶ σωφροσύνης, ὅπλοις μὲν κρατήσαντες τῶν ἀντιτεταγμένων καὶ τὰς γνώμας παραστησάμενοι, ἀμυνόμενοί τε ὑπὲρ τοῦ δικαίου καὶ οὐκ αὐτοὶ ἀδικοῦντες, καὶ τῷ μὴ ὑπὲρ τὰ μέτρια φρονεῖν μηδὲ ταῖς εὐτυχίαις φυσᾶσθαι τὴν σωφροσύνην ἐπιδεικνύμενοι.» Τοιαῦτα τοῦ νέου βασιλέως 1.113 ὑπὲρ τῆς εἰς βασιλέα εἰρήνης διαλεχθέντος, ὁ μέγας δομέστικος μετ' αὐτὸν «καὶ δίκαια καὶ συμφέροντα» εἶπε «καὶ πολλῆς αἴτια δόξης ἐσόμενα ἡμῖν εἴρηκας, ὦ βασιλεῦ. διὸ οὐδὲ ἀντιλέγειν οὐδένα τῶν πάντων, ὡς οὐχ ᾗ προσῆκεν εἴρηται, δυνήσεσθαι νομίζω. ἐγὼ γὰρ αὐτὸς εἴ τι συνεώρων εἰρημένον τῶν μὴ δεόντων, ἀντεῖπον ἄν. ἐπεὶ δ' ἅπαντα εἴρηται καλῶς καὶ δικαιοσύνης ἐχόμενα καὶ ἐμπειρίας στρατηγικῆς, οὐδὲν ἔτι τὸ λεῖπον, ἢ εἰς πέρας ἄγειν τὰ βεβουλευμένα.» ἐπὶ τούτοις τῶν ἐν τέλει τινὲς καὶ τῆς στρατιᾶς ἐπ' αὐτὸ τοῦτο πρότερον ὑπό τε βασιλέως καὶ τοῦ μεγάλου παρεσκευασμένοι δομεστίκου ὥστε συνειπεῖν τοῖς εἰρησομένοις, τὴν βουλήν τε ἐπῄνεσαν, καὶ τὴν εἰρήνην ὡς αἰτίαν ἐσομένην πολλῶν ἀγαθῶν ἔφασαν δεῖν αἱρεῖσθαι. καὶ Συργιάννου δ' εὐθὺς καὶ πρωτοστράτορος τοῖς λεγομένοις προσθεμένων, καὶ τὸ πλῆθος ἅπαν ἐπηκολούθησε, καὶ ἐκεκύρωτο ἡ εἰρήνη. εἰ γὰρ καί τινες ἦσαν ὑπὲρ τοῦ τὸν πρεσβύτερον βασιλέα διαφθαρῆναι τὸν