38
τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ 1.95 μαθὼν οτι πλῆθος ηθροισται πρὸς ∆αβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, ∆ωὴκ ονομα, παρατυχὼν οτε τοὺς αρτους ὁ ἀρχιερεὺς εδωκε τῷ ∆αβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς ειδε τὸν ∆αβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι' αὐτοῦ τὸν θεὸν καὶ ἐπισιτισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ ∆αβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλίταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ' ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ ∆ωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ος ἀπέκτεινεν απαντας τριακοσίους οντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν απαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εις δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον ̓Αβιάθαρ καλούμενος, ος φυγὼν πρὸς ∆αβὶδ ἀπήγγειλε τὰ γενόμενα. Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Κεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ ∆αβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν απασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ερημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. ̓Ιωνάθαν δὲ ηκει παρὰ τὸν ∆αβὶδ καὶ παρεθάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας εχειν χρηστάς. ἐπεὶ δὲ ∆αβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλή1.96 θους πολλοῦ, ἐκινδύνευε ληφθῆναι ∆αβίδ, εἰ μὴ αγγελος ηκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν ∆αβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. ειτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ ∆αβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ην τι σπήλαιον ἐκεῖ, ἐν ῳ ∆αβὶδ καὶ οἱ μετ' αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ ∆αβὶδ ἠρεθίζετο παρὰ τῶν μετ' αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ελαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ ∆αβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε ∆αβὶδ καὶ ειπε "μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· οτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ην μοι καὶ ἀνελεῖν σε." καὶ αμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί "δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ" ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ηρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας εφη τῷ ∆αβίδ "δίκαιος σύ· ἐγὼ μὲν γὰρ αιτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. οθεν πείθομαι οτι βασιλέα σε ̓Ισραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οικόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου." καὶ ωμοσε ∆αβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ' ἀλλήλων. ̓Απέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ος ηρξε τοῦ ̓Ισραὴλ μετὰ τὸν ̓Ηλεὶ μόνος μὲν ετη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ ∆αβὶδ εἰς τὴν ερημον ἀπῆλθε Μαάν. 1.97 καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ανδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ' αὐτοῦ καὶ αὐτῷ, καθὼς αν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ ∆αβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς "τίς ὁ ∆αβίδ;" εἰπών "καὶ τίς ὁ υἱὸς ̓Ιεσσαί;" καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται ∆αβίδ, καὶ ωμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ ουσα καὶ ὡραία, μαθοῦσα οπως τε ∆αβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ οσα τῷ ∆αβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ονων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν ∆αβὶδ