38
ἀριθμῆσαι. ψάμμος δὲ λέγεται ἡ περὶ τὴν θάλασσαν. ̓Αμαξίσ. ειδος πλακοῦντος. η κοπτὴν φαμέν. ̓Αμαρυγή. ἡ λαμπηδών. ̓Αμαρυλλίσ. ἡ πορνεία. ̓Αμάλλα. ἡ δέσμη τῶν ἀσταχύων. ̓Αμάμυξισ. ἡ ἀναδενδρὰς ἡ συνδεδεμένη, παρὰ τῆς ἀμύξεως. συνδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες. αμυξις καὶ πλεονασμῷ καὶ τροπῇ ἀμάμυξις. ̓Αμβολία. ἡ ὑπέρθεσις. ̓Αμβροσία. θεῖα, ητοι θαυμασία, η ἀθανασία. Αμβασισ. ἡ ἀνάβασις. ̓Αμβροσία. τροφὴ θεία, ης οἱ βροτοὶ οὐ μετέχουσι, η ης οὐχ οιόν τε βροτοῖς αψασθαι. ̓Αμβολάσ. ἡ ὑπὸ τοῦ ὀρύγματος ὑψωθεῖσα γῆ. ̓Αμάλθεια. ἡ τροφὸς τοῦ ∆ιός. ειναι γὰρ αὐτὴν φασὶν ἀμαλακιστίαν, οθεν καὶ πεπλᾶσθαι τὸ ονομα, παρὰ τὸ μὴ μαλάττεσθαι. διὰ τοῦτο καὶ τὸν ̔Ηρακλέα καρτερικώτατον γενόμενον εχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν. alpha.149 Αμβη. ἡ τῆς πέτρας ὀφρύς. Αμη. ἡ δρεπάνη. ̓Αμηχανία. ἀπορία. ̓Αμαιμακέτην. φοβεράν. παρὰ τὸ μαιμάων, μαιμάκετον, ἐξ ου τὸ θηλυκὸν ἀμαιμακέτην. η παρὰ τὸ τὴν μάχην, ἀμαιμάχετος καὶ ἀμαιμάκετος. Αμισοσ. πόλις. ὁ πολίτης ̓Αμισηνός. Αμιλλα. ὁ ἀγὼν, η ερις καὶ δρόμος ἀγωνιστικός. ̓Αμίσ. τὸ οὐροδόχον ἀγγεῖον. παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ. η παρὰ τὸ αμη, ἀμὶς, ὡς σκάφη, σκαφίς. ̓Αμνηστεία. ἡ ἀγαμία. ̓Αμνηστία δὲ, ἡ λήθη. ̓Αμοργία καὶ ἀμόργη καὶ ἀμοργίασ. ἡ λινοκαλάμη, η ἡ τοῦ ἐλαίου ὑποστάθμη, η ἡ τρυγία. ̓Αμόργεια. χρώματος βυσσίνου ειδος. ἀπὸ νήσου ̓Αμοργοῦντος, ὡς θήρεια ἀπὸ Θήρας νήσου. καὶ ἀμοργίνα. ̓Αμοιβή. ἡ ἀντικαταλλαγὴ, ἀνταπόδοσις. Αμπωτισ. ξηρασία. καὶ ἀνάπωσις. οπου ἀναδίδωσι τὸ υδωρ, καὶ πάλιν ἐπανέρχεται. τοῦτο δὲ γίνεται κατὰ Βρεττανίαν καὶ τὴν ἐπὶ τὰ Γάδειρα ἑσπερινὴν θάλασσαν, καὶ εἰς τὴν ερημον ευριππον. ἐκ τοῦ πῶμι, πώσω, πῶσις, ἀνάπωσις, καὶ αμπωσις κατὰ συγκοπὴν, καὶ τροπῇ αμπωτις. ̓Αμπνοάσ. ἀντὶ τοῦ ἀναπνοάς. alpha.150 Αμπυξ. γυναικεῖον ἀνάδεσμα, η τὸ κεφαλοδέσμιον. παρὰ τὸ ἀμφέχειν αμφυξ καὶ αμπυξ. η παρὰ τὸ πυκάζειν καὶ ἀνέχειν τὰς τρίχας. Αμπελοσ. ἀνάπηλός τις ἐστὶν, ἡ μὴ εχουσα ἐν αὐτῇ τὸν πηλὸν ηγουν τὸν οινον. η παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς, πίνοντας αὐτόν. ̓Αμυγδαλή. τὸ δένδρον. ἀμυγδάλη δὲ, ὁ καρπός. καὶ δειλαὶ δάκνεσθαι ἀμυγδαλαί. παρὰ τὸ ἐν τῷ κελύφει τὸ μετὰ τῶν εξω χλωρὸν πολλὰς ἀμυχὰς εχειν. ̓Αμύκλαι. πόλις Λακωνική. εστι δὲ καὶ κόσμιόν τι, οπερ ἐν ποσὶν εχειν ̓Εμπεδοκλῆς. ειχε γὰρ χρυσοῦν στέμμα ἐπὶ τῆς κεφαλῆς, καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα ∆ελφικὰ ἐν ταῖς χερσίν. Αμη. ἡ δρεπάνη. παρὰ τὸ αμα καὶ ὑφ' εν πολλὰ ελκειν. ̓Αμπεχόνη. ἱμάτιον, παλλίον. καὶ γὰρ ην αὐτῇ ἱμάτια καὶ περιζώνια καὶ ἀμπεχόνια δύο. ἰστέον, οτι ἡ ἀμφὶ πρόθεσις λέγεται καὶ ἀμπὶ παρὰ τοῖς Αἰολεῦσιν, οιον· ἀμπεχόνη, ἀμπίσχουσα, ἐκ τοῦ εχω ισχω. Αμυνα. ἡ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκη. ̓Αμυχή. ἡ μὴ εἰς βάθος πληγή. ἐπιπόλαιον ελκος, ητοι μετρία τομὴ, ὁρωμένη ἐπὶ τοῦ δέρματος. παρὰ τὸν μυχὸν, μυχὴ καὶ ἀμυχή. η παρὰ τὸ ἀμύσσειν, οπερ ἐκ τοῦ αἱμάσσειν γίνεται. ̓Αμετρία. ὑπερβολή. alpha.151 ̓Αμφασία. ἀφωνία. ̓Αμφίβασισ. ὑπερμάχησις. κυρίως ἡ περὶ τοῦ νεκροῦ μάχη. ̓Αμφιδέασ. ἁλύσεις. παρ' ̔Ηροδότῳ. οἱ δὲ ψέλια η περισκελίδας. ̓Αμφιδήριτον. ἰσοστάσιον, ἀμφίδοξον. συνέβη γενέσθαι τὴν μάχην ἀμφιδήριτον. Ἀμφιετηρίσ. ἡ κατ' ετος γινομένη ἑορτὴ καὶ θυσία. ̓Αμφίθετον φιάλην. κατὰ πᾶν μέρος αὐτῆς τιθεμένης, ἀπύθμενον. οὐ τὸ παρ' ἡμῶν ποτήριον, ἀλλὰ γένος λέβητος ἐκ παντὸς μέρους δυνάμενον εδραν εχειν. ̓Αμφιλύκη. σκοτεινὴ νύξ. η λυκόφωτον. λυγαῖον γὰρ τὸ σκοτεινόν. παρὰ τὸ λύειν τὴν αὐγὴν καὶ μὴ ἐᾷν στῆναι αὐτήν. ἐξ αὐτοῦ γίνεται λύγη, καὶ τροπῇ τοῦ ˉγ εἰς ˉκ λύκη, καὶ ἀμφιλύκη. ουτως ̓Ωρίων. Αμφοδοσ. ἡ ῥύμη. ̓Αμφιορκία. ἐπειδὰν ο, τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι, κλοπῆς εγκλημά τισιν ἐπιφέροντες. ̓Αμφιπλήξ. ἡ ἀμφοτέρωθεν ἐλασία. ̓Αμφίπρυμνεσ. ειδος πλοίων. εμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ιστρον ἐν ταῖς ἀμφιπρύμναις τῶν νεῶν. ̓Αμφίπολισ. ἡ δούλη. ̓Αμφιῤῥύτη. κύκλῳ περιῤῥεομένη. Αμφισα. πόλις τῆς Λοκρίδος. ὠνομάσθη δὲ Αμφισα διὰ περιέχεσθαι τὸν τόπον ορεσιν. ̓Αμφισβήτησισ. οἱ εξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις