38
νεκροὶ ἠγέρθησαν, καὶ παρέμειναν σὺν ἡμῖν ἱκανοῖς ἔτεσι. Καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισμάτων, ὧν κατὰ παντὸς τοῦ κόσμου ἡ ἐκκλησία παρὰ Θεοῦ λαβοῦσα, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἑκάστης ἡμέρας ἐπ' εὐεργεσίᾳ τῇ τῶν ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσα τινὰς, μήτε ἐξαργυριζομένη. Ὡς γὰρ δωρεὰν εἴληφε παρὰ Θεοῦ, δωρεὰν καὶ διακονεῖ. 2.54.1 Ἀλλ' ὡς εἷς ἕκαστος ἡμῶν ἴδιον σῶμα ... λαμβάνει, οὕτως καὶ ἰδίαν ἔχει ψυχήν. Οὐ γὰρ ... πτωχὸς, οὐδὲ ἄπορος ὁ Θεὸς, ὥστε μὴ ἑνὶ ἑκάστῳ σώματι ἰδίαν κεχαρίσθαι ψυχὴν, καθάπερ καὶ ἴδιον χαρακτῆρα. Καὶ διὰ τοῦτο πληρωθέντος τοῦ ἀριθμοῦ, οὗ αὐτὸς παρ' αὐτῷ προώρισε, πάντες οἱ ἐγγραφέντες εἰς ζωὴν ἀναστήσονται, ἴδια ἔχοντες σώματα, καὶ ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια πνεύματα, ἐν οἷς εὐηρέστησαν τῷ Θεῷ. Οἱ δὲ τῆς κολάσεως ἄξιοι ἀπελεύσονται εἰς τὴν αὐτὴν, καὶ αὐτοὶ ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια σώματα, ἐν οἷς ἀπέστησαν ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Καὶ παύσονται ἑκάτεροι τοῦ γεννᾶν ἔτι, καὶ γεννᾶσθαι, καὶ γαμεῖν καὶ γαμεῖσθαι· ἵνα τὸ σύμμετρον φῦλον τῆς προορίσεως ἀπὸ Θεοῦ ἀνθρωπότητος ἀποτελεσθεὶς, τὴν ἁρμονίαν τηρήσῃ τοῦ Πατρός.