ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰω άννου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. Oὐδὲν οὖν ἦν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ' ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰη σοῦ, ὅτε ἀπέστειλεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ εἰς τὰς κώμας καὶ πόλεις κηρύττειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής. Καὶ γὰρ αὐτὸς ὁ Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκού σας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ τε καὶ τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτὸν εἰς φυλακήν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰη σοῦν μαθεῖν, εἰ αὐτὸς εἶ ὁ προσδοκώμενος ἐλθεῖν. Καθά φησι Μάρκος μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ἐρώτησις πη. Eἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκα μεν, ἁμαρτίαν γεννηθεὶς ὁ Χριστὸς οὐκ ἐποίησε, πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα ὅτι Oὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησε; Πῶς δὲ καὶ βρέφος, τὸ σύγχρονον τῷ τόκῳ τέλος δεξάμενον ἢ βραχὺ μέρος ζωῆς κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ Oὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν, οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χριστοῦ εἰρη μένον, τὸ Ἁμαρτίαν οὐκ ἐποίησε. Περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. Ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐγεννήθη παρθένου. Νοεῖ ται δὲ ὁ λόγος οὕτως· Oὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βού λεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. Τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. Καὶ τὸ Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ·ύπου; Ἀλλ' οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, -οὐδενὶ τρόπῳ ἁρμόζει τῷ βρέφει· τὸ γὰρ βίος ἀντὶ τῆς πολιτείας ἔλεξε ἡ γραφή· τῷ δὲ βρέφει ὥσπερ οὐκ ἔστι πολιτεία οὕτως οὐδὲ βίος. Ἐρώτησις πθ. Eἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρά τε καὶ ἀκάθαρτα πάντα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσι· ἡ γὰρ τοῦ πάντα φωνὴ περιληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθὼς ἕστηκεν· εἶτα θῦσαι καὶ φαγεῖν ἐκ τῶν δειχθέντων ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευό μενος παρῃτήσατο, Μηδαμῶς, κύριε, λέγων, ὅτι οὐδέποτε