1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

38

ὠνουμένους καὶ πρὸς τὴν ἰδίαν πόλιν μεταγουσῶν. 73.10 ἐν οἷς ἔτυχεν ἐκδοθεῖσα καὶ ἡ τοῦ ἐμοῦ ἀδελφοῦ σύζυγος, οὐ μετρίαν ἡμῖν ὀδύνην περιποιήσασα. 73.11 ἡ δέ μοι μήτηρ καὶ ἡ γαμετὴ σὺν δυσὶ τέκνοις (τὸ γὰρ ἕτερον ἔργον ἦν γενόμενον τῆς θαλάσσης), ἔτι δὲ καὶ ἐλεεινὸς ἄθλιος ὁ τλήμων ἀδελφὸς καὶ ἡ τῷ χρόνῳ πάντων ἐφυστερίζουσα ἀδελφή, ἔκ τινος θεϊκῆς προνοίας εἰς μίαν Σιδωνίαν ἔτυχον ναῦν, τῆς πρὸς Συρίαν ἀποδημίας τηρούμενοι. 73.12 ἡμᾶς δὲ πάντας τοὺς ἐν τῇ καταλλαγῇ τηρουμένους ἔτι διεσπαρμένους ὄντας συναγαγόντες οἱ βάρβαροι καί τινι πολεμικῇ νηῒ τῶν ἐκ τοῦ λιμένος ἀνασπασθεισῶν ὑφ' ἓν εἰσενεγκόντες καθεῖρξαν, φύλακάς τινας τῶν κατ' αὐτοὺς ἐμπείρων αὐτῶν ἡμῖν συμβιβάσαντες. 74.1 Καὶ οὕτως ἐσκευάζοντο μετὰ μίαν ἄλλην ἡμέραν ἔχεσθαι τοῦ πλοός· ἤδη γὰρ ἦγεν αὐτοὺς ὁ καιρὸς καὶ χρονίζειν οὐκ ἐδίδου τῷ τόπῳ, πρὸς τὸ χειμέριον τὸν ἀέρα μετατιθέμενος. 74.2 ἵπποις οὖν ἐφεστῶσιν ἐπιβάντες οἱ τῶν νηῶν ἀρχηγοὶ μετὰ καὶ αὐτοῦ τοῦ τυράννου πρὸς τῇ πόλει γεγόνασιν, ἅμα μὲν ἐνδεικνύμενοι τοῖς Κρησὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἐν ἡμῖν περιφάνειαν, ἅμα δὲ καὶ τὴν βδελυρὰν αὐτῶν τελετὴν ἐκπληρώσοντες, δεξιωθῆναί τε παρὰ τῶν αὐτοχθονίων καί τινος τυχεῖν τῶν προηγωνισμένων ἀνέσεως. 74.3 οὗ δὴ καὶ μίαν ἄλλην ἡμέραν προσδιατρίψαντες τομῶς ὑπέστρεψαν, ἐπισπεύδοντες τὰ πρὸς τὸν πλοῦν, καλοῦντος αὐτοὺς ἤδη τοῦ πνεύματος. 74.4 ἤδη δὲ τῆς δωδεκάτης ἡμέρας ἀρχομένης, λέγω δὴ τῆς πρὸς τὴν Κρήτην ἀφίξεως, τοῦ πλοὸς ἀπηρξάμεθα. 74.5 μετήχθημεν δὲ πρὸς τὴν ἀντικρὺ νῆσον, ἥτις ∆ιὸς καλεῖται· καὶ πάλιν ἐκεῖθεν ἀναχθέντες ἐν τῷ τῆς νήσου πέρατι προσωρμίσθημεν. 74.6 ἐν ᾧ καὶ ὑδρευσάμενοι καὶ μικρόν τι τῷ τόπῳ προσμείναντες, ὡς κατ' οὐρὰν εἶδον γεγονότα τὸν ἄνεμον, ἀπέπλευσαν ἐκεῖθεν κατὰ μέσον ἰθύναντες τοῦ πελάγους. 74.7 ἧμεν δὲ πάντες, ὡς εἴρηται, ἐν μιᾷ νηῒ Ῥωμαίᾳ πολεμικῇ, ἥτις ἦν διήρης, ὧν τὴν μὲν ἄνω καθέδραν οἱ λαχόντες εἶναι μεθ' ἡμῶν βάρβαροι ἑαυτοῖς ἐκληρώσαντο, τὴν κάτω δὲ ἡμῖν ἐπαφῆκαν, σκότους πολλοῦ καὶ δυσωδίας πλήρη. 74.8 καὶ τί ἄλλο γε χρὴ λέγειν ἢ τάφον ἐν ὕδασι πορευόμενον; 74.9 εἰ γὰρ ἀπαριθμῆσαι θελήσω καθ' ἓν ὅσα κατὰ τὴν περίοδον ἐκείνην τοῦ πλοὸς ὑπέστημεν καὶ μεθ' ὅσης στενοχωρίας, μύθους δόξω τοῖς πολλοῖς ἐξηγεῖσθαι καὶ τῆς ἀληθείας ἐκτρέπεσθαι, καθ' ἣν ἐν ἀρχῇ τοῦ λόγου πάντα γραφῇ παραδοῦναι καθυπεσχόμην. 74.10 διά τοι τοῦτο τὰ πλεῖστα τῶν πεπραγμένων ἑκὼν παραδραμών, οἷς ἂν ἐδόκουν μάλιστα τὴν ἡμετέραν ἐξαρκεῖν διάνοιαν μέχρι τοῦ νῦν προσδιατρίψας, ὡς ἐν ἅπασι τὸ πιστόν σοι παρασχεῖν, ὦ σοφώτατε ἀνδρῶν καὶ φιλομαθέστατε Γρηγόριε, κατὰ τὸν αὐτὸν τρόπον πάλιν καὶ περὶ τῶν λοιπῶν διεξίω, ἱκανῶν καὶ ὡσαύτως ὄντων καὶ ἀμείλικτον διαθρύψαι καρδίαν, μή τί γε τὴν σήν, ἧς τοῦτο μᾶλλον τῶν ἄλλων ἐστὶν ἰδιαίτατον ἡ συμπάθεια, ᾗ πειθαρχῶν εἰς ταύτην ἡμᾶς ἐλθεῖν τὴν συγγραφὴν προετρέψω καὶ πράγματος τοσούτου κατατολμῆσαι παρεβιάσω, τὴν καθ' ἡμᾶς ὑπερβαίνοντος δύναμιν. 75.1 Πλὴν ἀλλ' οὕτω περὶ πολλὰς συμφορῶν ἰδέας προσπαλαιόντων ἡμῶν ἔφθασεν ἐπιστᾶσα καὶ τρικυμία τις, θαλάσσιον διεγείρουσα κλύδωνα, τὸν περὶ ψυχῆς ἀπειλοῦντα κίνδυνον· 75.2 ἐξ οὗ καὶ πᾶσαι διεσκορπίσθησαν αἱ νῆες, τῷ ῥοίζῳ τοῦ πνεύματος ἐξ ἀλλήλων μακρὰν διασπασθεῖσαι καὶ τοῦ κατ' εὐθεῖαν ἥκειν ἐκκλίνασαι. 75.3 οὐκ οἶδα δ' ἐκ τίνος πονηροῦ δαίμονος ἔτυχε παραπλέων ἡμῖν ἐγγύθεν ἐξ εὐωνύμου ὁ δυσώνυμος Λέων, κατὰ πρύμναν τῆς ἰδίας νηὸς καθήμενος καὶ τοῖς κυβερνήταις τὴν περὶ τοῦ πλεῖν ἐμπειρίαν διατάττων. 75.4 μεθ' ὧν καί τις ὄπισθεν ναῦς ἑτέρα εἷλκε τῶν ἄλλων ὑποδεεστέρα, ἥτις ἦν τῇ βίᾳ τῆς ζάλης μέσον διαρραγεῖσα καὶ ἀπειλοῦσα τοῖς ἐν αὐτῇ ἤδη παρόντα τὸν ἐν ὕδασι θάνατον· 75.5 ἐξ ἧς ἀνέκραγον οἱ κατ' αὐτὴν βάρβαροι «σῶσον ἐπιστάς, ὦ καθηγεμὼν τοῦ στρατοῦ, καὶ μὴ ἐάσῃς δῆμον τοσούτων Ἀγαρηνῶν ἀπολέσθαι, οὓς μέχρι τοῦδε πολλῶν κινδύνων ἀπειράτους ἐτήρησας,» ἐξειπόντες ἐν ὀλίγῳ καὶ τὸ συμβάν. 75.6 ὁ δὲ παρευθὺ κατ' αὐτοὺς τὴν ναῦν ἰθῦναι