ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ τὴν τοῦ ∆ούκα σύζυγον καὶ αὖθις τοῦ ∆ιογένους Εὐδοκίαν ἢ τὴν τοῦ ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τὴν ἐξ Ἀλανῶν. Στέλλει γοῦν 182 τὴν Εὐδοκίαν ληψόμενος, ἡ δὲ ἠκολούθει περιχαρῶς. Ὅπερ γνοὺς ὁ τηνικαῦτα ἐπ' ἀρετῇ διαβόητος μοναχός, ὃν δὴ καὶ Πανάρετον ἀντ' ἄλλου παντὸς ἐκάλουν ὀνόματος, παντὶ τρόπῳ διακωλῦσαι ἐσπούδασε τὸ ἀτόπημα, πολλῶν ὑπομνήσας αὐτὴν τῶν δυναμένων παραλῦσαι τῆς προθυμίας. Ἄγεται τοίνυν τὴν Μαρίαν ἀπηρυθριασμένως ὁ βασιλεὺς καὶ ἱερολογεῖται αὐτῇ, καὶ παραυτίκα καθαιρεῖται ὁ ἱερεὺς ὡς προφανῶς μοιχείας τετελεσμένης. Ὁ δὲ Μιχαὴλ τὴν τρίχα κειράμενος, ψήφῳ τοῦ πατριάρχου καὶ τῶν μητροπολιτῶν χειροτονεῖται Ἐφέσου ἀρχιερεύς. Ἅπαξ μέντοι ἐν ἐκείνῃ ἐφοίτησε, καὶ ὑποστρέψας ἔμεινεν ἐν τῇ τοῦ Μανουὴλ μονῇ, χερσὶν ἰδίαις ἐργαζόμενος. Ἐτιμήθη δὲ διαφερόντως ὑπὸ τοῦ μετὰ ταῦτα βασιλεύσαντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἐφ' οὗ δὴ καὶ ἐκοιμήθη, τὴν ἑαυτοῦ σύζυγον Μαρίαν, μετὰ τὴν τοῦ Βοτανειάτου καθαίρεσιν μοναχὴν γεγενημένην, συμπαθείας τῶν εἰς αὑτὸν ἐπταισμένων καταξιώσας ἐν τῇ τελευτῇ. Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος τὸ ∆υρράχιον καταλαβὼν στρατὸν ἤθροιζεν ἐκ πασῶν τῶν ἐκεῖσε χωρῶν, μετεπέμψατο δὲ καὶ Φράγκους ἐξ Ἰταλίας, διὰ τοῦ ἐπισκόπου ∆ιαβόλεως Θεοδοσίου φιλοτίμοις ταῖς δεξιώσεσι, κατὰ τοῦ Βρυεννίου συσκευαζόμενος. Συναγηοχὼς δὲ στρατιὰν ἀξιόλογον ἔκ τε Φράγκων καὶ Βαράγγων , Ῥωμαίων τε καὶ Βουλγάρων καὶ Ἀρβανιτῶν, ἄρας ἐκεῖθεν πρὸς Θεσσαλονίκην ἠπείγετο. Ἀφιγμένος δὲ εἰς Ἀχρίδα ἠβούλετο μὲν ἐκεῖσε ἀναγορευθῆναι, σπουδῇ δὲ τοῦ ἐκεῖσε ἀρχιερατεύοντος ἐκωλύθη. Ἐν δὲ Θεσσαλονίκῃ γενόμενος ἐπληροφορήθη τὴν τοῦ Βοτανειάτου ἀναγόρευσιν καὶ δουλικὰ πρὸς αὐτὸν ἀπέστειλε γράμματα, ἐν τῷ λεληθότι δὲ τὰ τῆς ἀνταρσίας διεπράττετο συνεργὸν ἔχων πρὸς τοῦτο τόν τε λεγόμενον Γυμνὸν καὶ Γρηγόριον τὸν Μεσημέριον καὶ τὸν Τεσσαρακοντάπηχυν. Προσκαλεῖται δὲ καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν. Ὁ βασιλεὺς δ' ὡς ἔγνω τὸν τούτου σκοπὸν καὶ τὴν προαίρεσιν, χρυσοβούλλῳ γραφῇ τὸ ἀμέριμνον 183 αὐτῷ περιποιησάμενος, τινὰ τῶν οἰκείων πρὸς αὐτὸν ἐξαπέστειλε, παντὸς μὲν ἀπολύων δέους αὐτὸν καὶ νωβελισσίμου βραβεύων ἀξίωμα. Ὁ δὲ τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονήσας ἀνόνητα μετεκλαύσατο ὕστερον. ∆ιὸ καὶ στέλλεται κατ' αὐτοῦ ὁ νωβελίσσιμος Ἀλέξιος, τιμηθεὶς σεβαστός, μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς. Φρουρὰν οὖν ἐν τῷ Περιθεωρίῳ τοῦ Βασιλακίου καταλαβών, στρατηγὸν ἔχουσαν τὸν Γυμνόν, πολέμῳ ταύτην ἀνήρπασε. Προβιβάζων δὲ τὴν στρατιὰν μέχρι Θεσσαλονίκης ἀπαθὴς διεσώθη κακῶν. Ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, πέραν τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, ἐκεῖσε τὸν στρατὸν διαναπαῦσαι ἐσκόπησεν. Ὁ δὲ Βασιλάκιος τὴν νίκην κλέψαι ἀγωνιζόμενος ἐσκέψατο νυκτίλοχος ἐπιπεσεῖν αὐτῷ καὶ τοῦτον κατὰ κράτος ἑλεῖν καὶ ἀπωλείᾳ παραδοῦναι παντελεῖ. Τοῦ δὲ Γεμιστοῦ τὴν ἐπιβουλὴν καταμηνύσαντος τῷ σεβαστῷ ἐφυλάξατο ταύτην αὐτός τε καὶ οἱ περὶ αὐτόν. Ἐλάσας τοίνυν ὁ Βασιλάκιος δι' ὅλης τῆς νυκτὸς ἀπροόπτως τῷ δοκεῖν καὶ ἀδιαγνώστως πολέμῳ χαλεπῷ περιέπεσε. Κατὰ κράτος οὖν ἡττηθεὶς καὶ τῶν οἰκείων πλείστους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγκων, καὶ αὐτὸς δὲ τῷ δομεστίκῳ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθεὶς εἰς τὴν τῆς Θεσσαλονίκης ἀκρόπολιν καταπέφευγεν, οἰόμενος τῷ ὀχυρώματι ἀποσοβῆσαι τὴν τοῦ σεβαστοῦ ἐπέλευσιν. Ὁ δὲ σεβαστὸς μηδὲν μελλήσας τὴν ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο διὰ τάχους ποιήσασθαι· οἳ καὶ ἐνεργοὺς τὰς προσβολὰς ποιησάμενοι, τῶν Θεσσαλονικέων συμφρονησάντων αὐτοῖς, ταχὺ τούτου περιγίνονται καὶ τῆς ἀκροπόλεως ἐκυρίευσαν. Ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ σιδηροῖς ἐμβάλλεται δεσμοῖς καὶ τῷ βασιλεῖ ἀποστέλλεται δέσμιος. Τῆς δ' ἀγγελίας καταλαβούσης τὸν βασιλέα προστάξει αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξορύττεται ἔγγιστα τῆς Χριστουπόλεως, καὶ ἔκτοτε ὁ τόπος ὠνόμασται ἡ βρύσις τοῦ Βασιλακίου. Τούτου