ἐφευρών τε τὴν μὲν θύραθεν παιδείαν οὐ πάνυ ἠκριβωκότα, τήν γε μὴν θείαν καὶ ἡμετέραν ἐξησκημένον φιλοτιμότατα, χρίει αὐτὸν πατριάρχην Ἀντιοχείας. ὁ δὲ Πολύευκτος, μικρὰς ἡμέρας ἐπιβιοὺς μετὰ τὴν Θεοδώρου προχείρισιν, μεταλλάττει τὸν βίον, μνημεῖα τῇ ἐκκλησίᾳ καταλιπὼν τὰς τῶν ἀρετῶν εἰκόνας, καὶ τὴν γνῶσιν τῆς θείας καὶ ἀνθρωπίνης σοφίας καὶ ἐπιστήμης, ἣν εἰς ἄκρον ἐξήσκησε. τοῦ δὲ Πολυεύκτου ἐπὶ τρισκαίδεκα ἐνιαυτοὺς τὰς τῆς πατριαρχίας ἡνίας ἰθύναντος, καὶ πρὸς τὴν μακαρίαν μεταναστάντος κατάπαυσιν, σπουδὴ ἐξεγένετο τῷ αὐτοκράτορι Ἰωάννῃ, εἰς τὸν τῆς ἱεραρχίας θρόνον ἄνδρα ἐπιβιβάσαι τὸν ἀρεταῖς καὶ τρόποις τῶν πολλῶν ὑπερφέροντα. τῇ γοῦν ὑστεραίᾳ ἐς τὴν βασίλειον αὐλὴν τοὺς ἱεράρχας εἰσκαλεσάμενος καὶ τὴν σύγκλητον, ἔφησε τοιαῦτα· ζʹ. Μίαν ἀρχὴν ἐξεπίσταμαι, τὴν ἀνωτάτην καὶ πρώτην, ἥτις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τοῦ ὁρατοῦ καὶ ἀοράτου κόσμου παρήγαγε σύστημα. δύο δὲ τὰς ἐν τῷδε τῷ βίῳ γινώσκω καὶ τῇ κάτω περιφορᾷ, ἱερωσύνην καὶ βασιλείαν, ὧν τῇ μὲν 102 τὴν τῶν ψυχῶν ἐπιμέλειαν, τῇ δὲ τὴν τῶν σωμάτων κυβέρνησιν ἐνεχείρισεν ὁ δημιουργὸς, ὡς ἂν μὴ τούτων χωλεύσοιτο μέρος, ἄρτιόν τε καὶ ὁλόκληρον διασώζοιτο. τοίνυν, ἐπεὶ τὸ χρεὼν ὁ τὴν ἐκκλησίαν ἰθύνων ἐξέτισεν, ἔργον μὲν τούτου τοῦ ἀλαθήτου πέφυκεν ὀφθαλμοῦ, τὸν κατευμεγεθοῦντα πάντων εἰς τὴν λειτουργίαν τῶν θείων παραγαγεῖν, ᾧ καὶ πρὸ τοῦ πλασθῆναι τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων διέγνωσται. αὐτὸς δὲ, οὗ πεῖραν ἀνδρὸς ἀναμφίλεκτον ἐκ τοῦ μακροῦ χρόνου παρείληφα, τοῦτον ἐπὶ τῶν θώκων ἀναβιβάζω τῶν ἐκκλησιαστικῶν· ὡς μὴ λάθοι κατὰ γωνίαν τὸν βίον διηντληκὼς ἄνθρωπος παντοδαποῖς προτερήμασι κλεϊζόμενος, ᾧ γε καὶ τὸ προορατικὸν ἐκ Θεοῦ δεδώρηται χάρισμα. πολλὰ γάρ μοι τῶν μελλόντων ἀνεῖλε θείᾳ ὀμφῇ, ἐκβάντα ἐν τοῖς καιροῖς αὐτῶν. εἶπεν ὁ βασιλεὺς, καὶ εἰς μέσον παρήγαγε τὸν ἀναχωρητὴν Βασίλειον, ὃς ἐξ ὀνύχων τὸν μονήρη βίον αἱρετισάμενος, συχνοὺς ἀγῶνας ἱδρώτων ἀσκητικῶν ἐν ταῖς τοῦ Ὀλύμπου ἀκρωρείαις ἐπεδείξατο. τοῦτον ἐς τὴν πατριαρχικὴν ἑστίαν ἀνιέναι παρεκελεύσατο· τῇ δὲ ἐπιούσῃ (αὕτη δὲ ἦν ἀναστάσιμος ἡμέρα, καθ' ἣν τὴν ὀρθόδοξον πίστιν περὶ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως οἱ θεῖοι πατέρες ἐκράτυναν) τὸ τῆς ἀρχιερωσύνης ὁ Βασίλειος χρίσμα δέχεται, καὶ οἰκουμενικὸς πατριάρχης ἀνακηρύττεται. ηʹ. Ἰωάννῃ δὲ τῷ αὐτοκράτορι πολλαῖς ταῖς φροντίσιν ἐταλαντεύετο ἡ διάνοια, ποίᾳ δὴ προτέρᾳ δοίη τὴν ῥοπὴν ἐν τριόδῳ ἀπειλημμένος, καὶ μὴ παρενεχθείη τοῦ δέοντος. ἥ τε γὰρ σπάνις 103 τῶν ἀναγκαίων καὶ ὁ λιμὸς ἐκβαθύνας, ἐπὶ τριετῆ καιρὸν τὴν Ῥωμαϊκὴν ἀρχὴν ἐπεβόσκετο· ἐπέκειτο δὲ καὶ ἡ Ῥωσσικὴ κίνησις οὐ χρηστὰς ὑποτιθεμένη ἐλπίδας, καὶ ἡ τῶν Καρχηδονίων καὶ Ἀράβων κατὰ τῆς ἐπὶ Συρίαν Ἀντιοχείας, ἄρτι προσκτηθείσης Ῥωμαίοις, καταδρομή. τὸ μὲν οὖν ἄμαχον κακὸν τοῦ λιμοῦ τῇ σιταγωγίᾳ, ἣν ἐκ τῶν ἁπανταχῆ ἐμπορίων προνοίᾳ διὰ τάχους συνήγαγε, διέλυσε, στήσας τὴν νομὴν τοῦ τοσούτου δεινοῦ. τὴν δέ γε ὁρμὴν τῶν Ἀγαρηνῶν τῇ τῶν Ἑῴων στρατευμάτων παρατάξει ἀνεχαίτισε, Νικολάου τοῦ Πατρικίου στρατηγοῦντος· ὅστε οἰκεῖος ὢν σπάδων τῷ βασιλεῖ, ἐμπειρίαν ἐκ πολλῆς μελέτης τῶν ἀγώνων ἐκέκτητο. πρὸς μέντοι τὸν Σφενδοσλάβον, τὸν τῆς Ῥωσσικῆς πανοπλίας κατάρχοντα, ἔγνω διακηρυκεύεσθαι. καὶ δὴ πρέσβεις ὡς αὐτὸν ἐκπέμπει, παραγγέλλων αὐτῷ, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἐπὶ τῇ καταδρομῇ τῶν Μυσῶν ὑπεσχημένον ἀνειληφότα μισθὸν, ἐπὶ τὰ σφῶν ἤθη καὶ τὸν Κιμμέριον μετανίστασθαι