ὄργανα. ἔτι ἐν νυκτὶ μᾶλλ[ον ἐν]εργεῖ ἡ θρεπτική, οὐδόλως δὲ ἡ κινητική. ἀπορία· ἡ φυτικὴ ποιεῖ τὴν κατὰ τόπον κίνησιν, τὰ φυτὰ οὐ κινοῦνται ὡς μὴ ἔχοντα ὄργανα ἐπιτήδεια πρὸς τὴν κίνησιν· λοιπὸν μάτην τοῖς φυτοῖς ἡ φυτικὴ δύναμις. εἰ δὲ μὴ μάτην, πῶς οὐκ ἔδωκε τούτοις καὶ ὄργανα; ἁπλῶς ἡ ἄλογος ψυχὴ οὐκ ἔστιν αἰτία κινήσεως· οὐ γὰρ τὰ ζῳόφυτα κινοῦνται. οὐδ' ἡ αἴσθησις αἰτία κινήσεως, ἐπεὶ καὶ βλέποντες καὶ μή, καὶ [μὴ] ἀκούοντες ἤ τινος μὴ αἰσθανόμενοι κινούμεθα. οὐδ' ἡ φαντασία· ἔδει γὰρ νυκτὸς ὅτε φανταζόμεθα κινεῖσθαι καθ' ὁρ[μήν]. οὐδ' ὁ νοῦς, ὁ μὲν θεωρητικὸς ὡς μὴ περὶ πρακτικὰ καταγινόμενος (ἡ κίνησις δὲ πρακτικόν), οὐδ' ὁ πρακτικός· εἰ {δὲ} γὰρ καὶ προαίρεσιν οὗτος ἔχει δι' ἧς γίνεται ἡ κατὰ τόπον κίνησις, 71 ὅμως οὐ κινεῖ. οὗτος γὰρ πρῶτον ἐνεργεῖ, ὅτι «ἀπέλθω καὶ ποιήσω τόδε», καὶ μετὰ <τὸ> παῦσαι γίνεται ἡ κίνησις. τὸ κρεῖττον· τὰ ἄλογα μηδέν τι ἔχοντα τοῦ τριττοῦ νοὸς κινεῖται. Ἡ ἐγκρατὴς κίνησις ἐκ τοῦ νοός, ἡ ἀκρατὴς ἐκ τῆς ὀρέξεως. ἁπλῶς οὖν τὸ ὀρεκτικὸν αἰτί[αν λέγ]ουσι [τ]ῆς [τ]οι[αύ]της κινήσεως. Τὰ ἄλογα οὐκ ἔχει συναίσθησιν χρόνου· ὁ γὰρ χρόνος ἀσώματος, ἡ συναίσθησις τοῦ χρόνου [μετὰ] τοῦ λόγου γίνεται ἡμῖν. ὁ χρόνος διττῶς λέγεται, ὁ ὡρισμένος καὶ ἀόριστος· ὡρισμένος ὁ νυκτὶ καὶ ἡμέρᾳ καὶ ὥρᾳ μετρούμενος, ἀόριστος τὸ θέρος, ὁ χειμὼν καὶ τὰ λοιπά. τούτων δὲ αἰσθάνεται ἁπλῶς καὶ τὰ ἄλογα. λέγουσι δέ τινες ὡς ἔχουσι καὶ τοῦ μέλλοντος γνῶσιν τὰ ἄλογα· καὶ γὰρ λέων πληγεὶς ἐν ποίμνῃ ἀπελθὼν εἰς ἑτέραν δεδίττεται. οὐκ ἐκ τοῦ παρελθόντος συνάγει τὸ μέλλον, ἀλλ' ἐκ τῆς φαντασίας αἰσθάνεται οὗ βλέπει. Πλάτων τὴν λογικὴν ψυχὴν αἰτίαν λέγει κινήσεως γοητευθεῖσαν τῇ ἐπιθυμίᾳ, τοῖς δ' ἀλόγοις τὴν ἄλογον. οὐ διαφωνεῖ πρὸς Ἀριστοτέλην· Πλάτων γὰρ τὸ ποιητικὸν αἴτιον λέγει, οὗτος τὸ τελικόν. Οἱ ἰατροὶ τὰ ὄργανα λέγουσιν αἴτια κινήσεως, φιλόσοφοι τὸ ἔμφυτον θερμόν. κινούμεθα τὴν κατὰ τόπον κίνησιν κατὰ ὦσιν καὶ ἕλξιν τῶν ποδῶν, ἤγουν εἴσοδον καὶ ἔξοδον. Εἰ ἡ κίνησις ἐκ τῆς ὀρέξεως, πῶς οὐχὶ καὶ τὰ ζῳόφυτα κινοῦνται; τῆς φαντασίας ἡμῖν <ἡ μὲν> βουλευτική, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει· ἡ βουλευτικὴ τῶν ἀνθρώπων, ἡ σύστοιχος ἢ συγκεχυμένη ὡς ἐπὶ τῶν σκωλήκων ἢ ἀσύγχυτος, καὶ εἰ ἀσύγχυτος, ἢ διδακτὴ ὡς ἐπὶ τῶν ψιττακῶν ἢ ἀδίδακτος ὡς ἐπὶ τῶν μυρμήκων. Τρία περὶ τὴν κίνησιν, τὸ κινοῦν, τὸ <ᾧ> κινεῖται καὶ τὸ κινούμενον. Ἡ ὄρεξις ἄνευ συναισθήσεως ὡς ἐπὶ φυτῶν καὶ ἀψύχων· ὀρέγεται γὰρ καὶ ὁ λίθος τῆς κάτω φορᾶς. ἔστιν ὄρεξις μετὰ τῆς φαντασίας, καὶ ἑτέρα μετὰ τοῦ νοῦ. Τῶν ἐμψύχων τὰ μὲν ἀκίνητα ὡς τὰ φυτά, τὰ δὲ κινεῖται ὡς τὰ ζῷα. καὶ τούτων τὰ μὲν καθόλου, τὰ δὲ μερικῶς. καὶ τὰ μὲν ὑπὸ σελήνην ὡς τὰ ζῳόφυτα, τὰ δὲ ὑπὲρ σελήνην ὡς τὰ οὐράνια. τὰ ζῳόφυτα οὐκ ἔχει τὰς τελειοτέρας αἰσθήσεις, τὰ δὲ πορευτικὰ <καὶ ταύτας ἐκτήσατο>. καὶ γὰρ 72 ὁ ἀσπάλαξ ἔχει ὄψιν, εἰ καὶ λεπτῷ χιτῶνι καλύπτεται. οἱ σκώληκες, κἂν 72 καὶ μὴ ἔχωσιν ὄψιν, ἀλλ' οὖν διὰ τῆς μαλακότητος τὴν χρείαν ἡ φύσις ἀνεπλήρωσεν. τὰ πορευτικὰ καὶ φυτικὴν καὶ αἰσθητικὴν ψυχὴν ἔχει, τὰ δὲ οὐράνια μόνην αἰσθητικὴν ἔχει. Λέγουσιν οἱ Ἀριστοτελικοὶ ὅτι οὐκ ἔχουσιν αἴσθησιν τὰ οὐράνια· ἡ γὰρ αἴσθησις περὶ τὰ ἔξω, τῶν οὐρανίων οὐδὲν ἔξω. ἔστιν ἔξω τὸ κέντρον. Πᾶσαι αἱ αἰσθήσεις τοῦ εἴδους μόνου ἀντιλαμβάνονται, τὰ δὲ φυτὰ καὶ τῆς ὕλης, καὶ πάσχουσιν ὑπ' αὐτῆς καὶ ἀντιδρῶσιν. Ἐν τοῖς κατὰ τόπον κινουμένοις τινὰ μὲν μόνον κινεῖ, οἷον ἡ χεὶρ τὴν ῥάβδον, ἡ ῥάβδος κινεῖ καὶ κινεῖται, ὁ λίθος μόνον κινεῖται. ὁ κηρὸς μέχρι τινὸς τυποῦται, τὸ ὕδωρ πλέον, ὁ ἀὴρ διόλου, ὁ λίθος οὐδόλως. Ἡ ἁφὴ εἰς τὸ εἶναι συντελεῖ, αἱ δὲ ἄλλαι εἰς τὸ εὖ εἶναι· ἀναγκαιοτέρα λοιπῶν ἡ ἁφή. Περὶ ἀρχῶν καὶ περὶ ἑνώσεως ψυχῆς καὶ σώματοσ Ἠρώτησας πότερον τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἴτια, στοιχεῖα δὲ ὡς