ἀρχιερεῖ καὶ συνεύχομαι, ἀλλὰ τὸ κρᾶμα καὶ τὸ συμπεφυκὸς ἡμῖν ἔλυτρον ἐπιστρέφει πρὸς ἑαυτὸ μετεωριζόμενον ἄνω τὸν νοῦν. τὸ γοῦν [...] ὅσον εἰκὸς καὶ τὸ μὴ λίαν τὴν συνθήκην ὑπερφρονοῦν προσεῖναι τῷ παραδείγματι δεῖ, ἵνα τῷ καθ' ἑαυτὸν ὑποδείγματι μετριάζειν πρὸς ἀρετὴν τοὺς λοιποὺς πείσειεν. Ὁ δὲ-εἰδόσιν ὑμῖν τοὺς λόγους ποιοῦμαι-ὥσπερ ἀγυρτεύειν τεταγμένος, οὐχ ἱερατεύειν, ὁμοῦ τε πρώτως τοῦ βήματος ἐντὸς ἐγεγόνει καὶ τῇ ἱερᾷ τραπέζῃ προσήγγισε καὶ γελῶν ὦπτο καὶ στωμυλλόμενος, δέον πεφρικέναι καὶ δειλιᾶν, ὅτι θεῷ μετὰ τοῦ σώματος πεπλησίακεν. οὕτω γοῦν καὶ μετὰ ταῦτα ἐδείκνυτο πρὸς αὐτοῖς τοῖς ἱεροῖς, πρὸς τῷ μεγάλῳ βήματι· τὴν δὲ ἐπὶ τοῦ πώλου καθέδραν, τὸν θαυμάσιον τοῦ ἐμοῦ Ἰησοῦ θρίαμβον, ὃν δὴ πρῶτα ἐπὶ μεγάλοις τροπαίοις κατήνεγκε, δημοσίαν αἰσχύνην ἡγεῖτο. "ἡδέως γὰρ ἄν", φησιν, "ἐπὶ τούτῳ ταῖς <χερσὶν> ἀφ' ὕψους ἐννεύσαιμί τε καὶ ἁπαλὸν προσγελάσαιμι". εἰ δέ ποτε τοῦ γελᾶν ἐπελέληστο, θυμοῦ καὶ μανίας ἐπίμπλατο. καὶ προσιὼν τοῖς ἀδύτοις μετὰ τῆς ἱερᾶς ἐκείνης περιβολῆς καὶ τῆς κιδάρεως καὶ δορυφορούμενος ἑκατέρωθεν ταῖς συμβολικαῖς τάξεσι καὶ οἷα δὴ θεὸς πρὸς τὸν ἐνδότερον ἀγόμενος οὐρανὸν καὶ ἀπὸ γῆς ἀναλαμβανόμενος θυμῷ τε διεπρίετο καὶ τὸν μὲν ὑλάκτει, τὸν δὲ ἀντώθει, τὸν δὲ ἱκέτην τέως ἢ σκληρῶς ἀπεπέμπετο ἢ προκυλινδούμενον τῶν ποδῶν ὡς οὐδὲν πρᾶγμα παρῄει. καὶ οὕτως εἰς ὁμιλίαν θεῷ συνεγίνετο, εἴ γέ τις καὶ τοῦτο τολμῴη ἐρεῖν. εἰ δέ τις αὐτῷ ἅπαξ ποτὲ προσκεκρούκει, ὁπότε δεκέτης πλέον ἢ ἔλασσον ἐτύγχανεν ὤν, καὶ τῷ πολλῷ δήμῳ συνεξητάζετο, ἡ μῆνις ἐνταυθοῖ καὶ ὁ ἐγκείμενος κότος καὶ ἡ ἀνεπίληστος μνήμη· καὶ ὁσάκις ἴδοι τὸν ἄνθρωπον, ἀνιστόρει καὶ ἀνεμίμνησκε καὶ οὐδεμία οὐδαμόθεν οὔτ' ἀπομείλιξις οὔτ' ἐξιλέωσις. ὁ μὲν γὰρ ἴσως καὶ ἱκετηρίαν ἐτίθει καὶ τὸν μακρὸν χρόνον προὐβάλετο καὶ τὴν ὀλιγωρίαν αὐτὴν καὶ τὸ ἀτελὲς τοῦ φρονήματος, τῷ δὲ ὑπεκκαύματα ταῦτα ἐτύγχανε τῆς ὀργῆς. καὶ οὐκ ἔστι τῶν πάντων οὐδείς, ὃς τετύχηκεν αὐτοῦ ἵλεω ὑπειλημμένος διάφορος. πολλοῖς γοῦν, ὧν ἐμνησικάκει, καὶ τοῦτο ἐπῃτιᾶτο, ὅτι μὴ πρὸ τεσσαράκοντα κύκλων τόνδε τὸν στενωπὸν διοδεύοντες ἢ τάσδε τὰς ἀγυιὰς προσεφώνησαν ἢ τετιμήκασι· καὶ μετὰ τοσούτους οἱ ἄνδρες ἐνιαυτοὺς δίκας ἐδίδοσαν τῷ ἀρχιερεῖ σιωπῆς. καὶ εἰ μέν τις τούτων τῷ κλήρῳ κατείλεκτο, πασῶν εὐθὺς τῶν ἐκκλησιῶν ἀπηλαύνετο καὶ ὥσπερ τι τῶν ἀπηγορευμένων τῷ νόμῳ δεδρακὼς ἀφωρίζετο. εἰ δὲ τῆς συγκλήτου βουλῆς ἐτύγχανεν ὤν, γραφαῖς αὐτὸν παρανόμων ἐδίωκε. καὶ ὁσάκις τῷ κρατοῦντι ἐντύχοι, μαστιγοῦν ἠξίου τὸν ἄνθρωπον καὶ ἀπελαύνειν τῆς γερουσίας καὶ μετὰ τῶν κατακρίτων ἱστᾶν. καὶ ἅπαξ αὐτῷ τῆς ζωῆς βασκήνας ἄλλο ἐπ' ἄλλῳ προσετίθει κακόν. τοσοῦτον ἄχθος, οἷς ἐμνησικάκει, ἐπεπεφόρτιστο. ἐφίλει δὲ τῶν πάντων οὐδένα, οὐδ' ἔστιν εἰπεῖν τινα, ὅτι τοῖς μὲν τῶν ἀνθρώπων ἀπηχθάνετο, τοῖς δὲ προσέκειτο, ἀλλὰ τοσοῦτον ἦν σκαιὸς τὸ ἦθος καὶ δύσκολος ὡς μήτε τοὺς ἐγγὺς τοῦ γένους μήτε τοὺς πάλαι τούτῳ συνῳκηκότας, μὴ τοὺς ἐν γειτόνων, μὴ τοὺς πάλαι καθιερώσαντας, μὴ τοὺς ὑπερβαλλόντως τιμήσαντας προσοικειώσασθαι καὶ ἀληθῆ φιλίαν μνηστεύσασθαι, ἀλλὰ κἂν εἴ τις αὐτῷ κοινοῦ μετεῖχε κρατῆρος, κἂν προσωμίλει, κἂν ἐγκωμίοις ἐσέμνυνε, μετὰ τῶν ἐχθίστων κατηριθμεῖτο. καὶ ὕποπτος αὐτῷ πᾶς συγγινόμενος, κἂν εἰ μηδὲν ἐδίδου ὥστε ὑποπτεύεσθαι. ἀλλ' ἡ γυνὴ αὐτῷ διεβάλλετο ὅτι μὴ κοσμοῖτο, καὶ τὸ παιδίον ὅτι τὴν γλῶττάν ἐστιν ἀφυές, καὶ ὁ οἰκέτης ὅτι δραπέτης, καὶ αὐτὸς οὗτος ὅτι μηδὲν εἰδείη τῶν γιγνομένων. ὁ μὲν γὰρ ἀπράγμων ὡς ἠλίθιος αὐτῷ διεβάλλετο, ὁ εὐστραφὴς τὴν ψυχὴν ὡς πολυπράγμων τε καὶ περίεργος, ὡς ἀλαζὼν ὁ μεγαλοπρεπής, ὁ περὶ λόγους ὡς περιττός τε καὶ ἄχρηστος. τοὺς πόρρω τῶν συγγενῶν οὐκ ᾔδει, τοὺς ἔγγιστα ἢ τὸν πατέρα ἠλλοτρίου τοῦ γένους ἢ τὴν μητέρα ἐποίει παρέγγραπτον. ἑαυτὸν δὲ μόνον ἀπὸ