1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

38

μετανοήσῃς. 11, 18 πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς. καὶ θαρρήσεις λοιπὸν ὡς ἔχων εἰς θεὸν τὴν ἐλπίδα καὶ ὑπ' αὐτοῦ βοηθούμενος. 115 11, 18 ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. τὰς δὲ νῦν συνεχούσας σε μερίμνας καὶ ἐπωδύνους φροντίδας γαληναία τις καὶ εἰρηνικὴ κατάστασις διαδέξεται. 11, 19 ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σοι. οὕτω δὲ βαθείας ἀπολαύσεις εἰρήνης, ὡς ἀπολέμητον τὸν κατάλοιπον διαβιῶναι χρόνον. 11, 19 μεταβαλλομένου δέ σου πολλοί σου δεηθήσονται, σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. οἱ δὲ νῦν περιορῶντές σε διὰ τὰς συμφορὰς καὶ ἐπεμβαίνοντές σοι ὕστερόν σου δεηθήσονται, ὅταν αὐτοὺς ἡ παρὰ θεοῦ σωτηρία καταλίπῃ καὶ μηδεμίαν ἐλπίδα ἔχωσιν. τότε δὴ τότε καὶ τακήσονται αὐτῶν οἱ ὀφθαλμοὶ ἐπὶ τῇ σῇ εὐημερίᾳ, ὑπὸ τοῦ φθόνου δὲ δηλονότι. ἐκ δὲ τούτων τῶν λόγων ἔστι συνιδεῖν, ὅτι πρὸς πᾶσι τοῖς κακοῖς καί τινας ἔπεισεν ὁ διάβολος ἐπιγελᾶν καὶ ἐπεμβαίνειν ταῖς τοῦ Ἰὼβ συμφοραῖς. 11, παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις. τινὰ τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦτον τὸν στίχον, τινὰ δὲ οὔ. κατὰ γοῦν τὰ ἐν οἷς κεῖται τὸ ῥητὸν εἰς τὴν τοῦ θεοῦ σοφίαν τε καὶ δύναμιν περιέκλεισεν ὁ Σωφὰρ τὸν λόγον μονονουχὶ λέγων ὅτι· χαλεπὸν οὖν ἀντιπράττειν τῷ μόνῳ σοφῷ καὶ δυνατῷ θεῷ. 116 καὶ ταῦτα μὲν πρὸς ἕτερον λεγόμενα διὰ ἁμαρτίας κολαζόμενον καλῶς ἐλέγετο. οὐδὲ γὰρ ἀπόβλητοι τῶν φίλων τοῦ Ἰὼβ οἱ λόγοι, ἐὰν ἕτερον ᾖ πρόσωπον τὸ νουθετούμενον καὶ μετὰ τῆς προσηκούσης λέγωνται διαιρέσεως. ὁ δὲ δίκαιος καὶ μᾶλλον ἀλγεῖ οὐδὲν μὲν ἑαυτῷ συνειδώς, ὡς ἀσεβὴς δὲ νουθετούμενος εἰς μετάνοιαν. 117 ΚΕΦΑΛΑΙΟΝ ΕΝΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία. Προθεωρία τοῦ κεφαλαίου σφοδρότερον τοῦ Σωφὰρ χρησαμένου τοῖς λόγοις καὶ διὰ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως πειραθέντος τοῦτο μὲν φοβῆσαι τὸν δίκαιον, τοῦτο δὲ διδάξαι, ὅτι οὐκ ἀδίκως πάσχει ἃ πάσχει, ὡς πᾶσιν οὔσης ὡμολογημένης τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως χλευάζει ὁ Ἰὼβ τὸν Σωφὰρ ὡς τὰ ὡμολογημένα δι' ἀποδείξεων βουληθέντα κατασκευάσαι. εἶτα καὶ αὐτὸς μεγαλοπρεπῶς ἐξηγεῖται τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως δεικνύς, ὅτι συνετώτερος αὐτῶν ἐστι περὶ τὰ θεῖα. καὶ μέμφεται μὲν τοὺς φίλους ὡς οὐ δυνηθέντας θεραπευτικοὺς λόγους εἰπεῖν· αὐτὸς δὲ ἐπὶ τοῦ δικαίου θεοῦ ἡδέως λέγει τὰ προσόντα αὐτῷ σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. καὶ μέμφεται τοῖς φίλοις ὡς παρὰ τὸ δίκαιον τὴν ὑπὲρ θεοῦ δικαιολογίαν ἀναλαβοῦσι καί φησιν ὅτι· κἂν μυριάκις δόξητε ὑπὲρ θεοῦ λαλεῖν, λαλῆτε δὲ μετὰ δόλου καὶ παρὰ τὸ δίκαιον, οὐκ ἀποδέξεται ὑμᾶς ὁ φιλαλήθης θεός. τὸ δὲ ἐναντίον αὐτὸς σωτηρίας ἐλπίζει τεύξασθαι καὶ ἀποδοχῆς ὡς ἀδόλως καὶ καθαρῶς, ἃ φρονεῖ, μετὰ παρρησίας ἐπὶ θεοῦ διαλεγόμε 118 νος· καί φησιν ὅτι· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι πρὸς θεὸν ἀληθῆ καὶ δίκαιον σὺν ἀληθείᾳ φθεγγόμενος. εἶτα τρέπεται καὶ εἰς αἴτησιν πρὸς θεὸν καὶ παρακαλεῖ συγγνώμης τυχεῖν, εἴ τι καὶ ἥμαρτεν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκεσίαν προβάλλεται φάσκων μηδένα ἄνθρωπον εἶναι καθαρόν, κἂν μίαν ἡμέραν εἰς τὸν βίον παρέλθῃ. δείκνυσι δὲ κατὰ παράθεσιν, ὡς καὶ τῶν φυτῶν ἀδρανέστερός ἐστιν ὁ ἄνθρωπος. μέμνηται δὲ ὡς προφήτης καὶ συντελείας καὶ ἀναστάσεως· καὶ πάλιν ἱκετεύει τὸν θεὸν ὡς ποιητήν, φείσασθαι τοῦ ἰδίου δημιουργήματος, καὶ ἀξιοῖ μὴ πρὸς ἀκριβεῖς ἐλθεῖν ἐλεγμούς. ταῦτα δὲ πάλιν ἐν τῷ ἑαυτοῦ προσώπῳ ὑπὲρ πάντων ἡμῶν ἐξαιτεῖ τὸν θεόν· οἱ γὰρ ἅγιοι τὰ οἰκεῖα ὑποστησάμενοι πρόσωπα ἐκ τῶν καθ' ἑαυτοὺς ὑπὲρ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος τὸν θεὸν λιτανεύουσιν, ὡς πολλαχόθεν ἔστιν ἰδεῖν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐνθέου καὶ ἐναρμονίου τῶν Ψαλμῶν μελωδίας. ἐπιτήρει δὲ πάλιν, ποίας ἔχων τὰς περὶ θεοῦ δόξας ὁ μακάριος Ἰὼβ καὶ ἐκ ποίας ἀγάπης καὶ καθαρότητος σὺν παρρησίᾳ διαλέγεται. θαυμάσαι δὲ ἄξιον, πῶς ἐν τοσαύταις καὶ τηλικαύταις συμφοραῖς καὶ βασάνοις οὐκ ἐξεπλάγη, οὐ κατέπεσεν, πῶς οὐδὲν αὐτὸν