φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδο ρούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρ' ἃ ὑπειλήφαμεν· ἀλλ', εἰ μὲν δυνά μεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νου θεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό· Μακάριοι οἱ εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ. 17.1nΠρὸ τοὺ λέγοντα τῶν φιλοόφων μηδὲν δια φέρειν τῷ παρ' Ἕλληι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶι θεὸν καλεῖν ∆ία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖ, ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοι. ἐκ τοῦ αʹ καὶ εʹ τόμου τῶν κατὰ Κέλου. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι «Οἱ αἰπόλοι καὶ ποιμένες ἕνα ἐνόμισαν θεὸν, εἴτε ὕψιστον εἴτ' Ἀδωναῖον εἴτ' οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.» καὶ ἐν τοῖς ἑξῆς δέ φησι «μηδὲν διαφέρειν τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν ∆ία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖς, ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοις.» λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων· πότερον, ὡς οἴεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα καθ' ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὡς διδάσκει Ἐπίκουρος, ἑτέρως ἢ ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς φύσει ἐστὶ τὰ ὀνόματα, ἀπορρηξάντων τῶν πρώτων ἀνθρώπων τινὰς φωνὰς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν ἐν προηγουμένῳ λόγῳ παραστῆσαι φύσιν ὀνομάτων ἐνερ γῶν, ὧν τισὶ χρῶνται Αἰγυπτίων οἱ σοφοὶ, ἢ τῶν παρὰ Πέρσαις μάγων οἱ λόγιοι, ἢ τῶν παρ' Ἰνδοῖς φιλοσοφούν-των Βράχμαναι, ἢ Σαμαναῖοι· καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν· καὶ κατασκευάσαι οἷοί τε γενώμεθα ὅτι καὶ ἡ καλου μένη μαγεία οὐχ, ὡς οἴονται οἱ ἀπὸ Ἐπικούρου καὶ Ἀριστο-τέλους, πρᾶγμά ἐστιν ἀσύστατον πάντη, ἀλλ', ὡς οἱ περὶ ταῦτα δεινοὶ ἀποδεικνύουσι, συνεστὼς μὲν, λόγους δ' ἔχον σφόδρα ὀλίγοις γιγνωσκομένους· τότ' ἐροῦμεν ὅτι τὸ μὲν Σαβαὼθ ὄνομα καὶ τὸ Ἀδωναῒ, καὶ ὅσα ἄλλα παρ' Ἑβραίοιςμετὰ πολλῆς σεμνολογίας παραδεδομένα, οὐκ ἐπὶ τῶν τυχόντων καὶ γενητῶν κεῖται πραγμάτων, ἀλλ' ἐπί τινος θεολογίας ἀπορρήτου, ἀναφερομένης εἰς τὸν τῶν ὅλων δημιουργόν. διὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα λεγόμενα μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ Αἰγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων δαιμόνων τῶν τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τὴν Περσῶν διάλεκτον ἐπὶ ἄλλων δυνάμεων, καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι. καὶ οὕτως εὑρεθήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσ θαι τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθνος δια λέκτοις. ὁ τοίνυν μεγαλοφυέστερον κἂν ὀλίγην τούτων περίνοιαν εἰληφὼς εὐλαβήσεται ἄλλα ἄλλοις ἐφαρμόζειν ὀνόματα πράγμασι, μήποτε ὅμοιον πάθῃ τοῖς τὸ θεὸς ὄνομα ἐσφαλμένως φέρουσιν ἐπὶ ὕλην ἄψυχον, ἢ τὴν τοῦ ἀγαθοῦ προσηγορίαν κατασπῶσιν ἀπὸ τοῦ πρώτου αἰτίου ἢ ἀπὸ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ ἐπὶ τὸν τυφλὸν πλοῦτον καὶ ἐπὶ τὴν σαρκῶν καὶ αἱμάτων καὶ ὀστέων συμμετρίαν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ, ἢ τὴν νομιζομένην εὐγένειαν. 17.2 Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι, καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα, τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα. καὶ οὐ λέγω ὅτι τῷ ∆ιῒ εὐθέως συνεξακούεται ὁ Κρόνου καὶ Ῥέας υἱὸς, καὶ Ἥρας ἀνὴρ, καὶ Ποσειδῶνος ἀδελφὸς, καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδος πατὴρ, καὶ ὁ τῇ θυγατρὶ Περσεφόνῃ μιγείς· ἢ τῷ Ἀπόλλωνι συνεξακούεται ὁ Λητοῦς καὶ ∆ιὸς υἱὸς, καὶ