καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου κἂν νῦν γοῦν ἐξεγερθῆναι· φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τὸ τέλος ἐσμὲν τῆς ζωῆς ἡμῶν ἢ ὅτι ἐπιστεύσαμεν· σωτηρίαν δὲ καλεῖ τὸ τέλος τῆς ζωῆς, ὅτι τότε τοῖς ἀξίοις ἡ σωτηρία καὶ ἡ ἀπόλαυσις ἀποκαλύπτεται μᾶλλον. διὸ καὶ ἡμέραν αὐτὴν καλεῖ, ὡς ἡδονὴν παρέχουσαν καὶ φωτίζουσαν καὶ φανεροποιοῦσαν τὰ πρὶν ἐν ἀγνοίᾳ τῇ κατὰ πεῖραν καὶ κατ' ἀπόλαυσιν κείμενα, μόνῃ δὲ τῇ ἐλπίδι θεωρούμενα. εἰκότως δὲ τὸν παρόντα βίον νύκτα καλεῖ πρὸς τὴν μέλλουσαν ἡμέραν· πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται, καὶ πολλὰ τῶν ἀγνοουμένων ἐνταῦθα ὡς ἐν σκότει, ἐκεῖ ὡς ἐν φωτὶ ἐπιγνωσθήσεται, πάσης σκηνῆς λυομένης καὶ παντὸς προσωπείου περιαιρουμένου καὶ τῆς ἐπιπροσθούσης ἀχλύος τοῖς λογισμοῖς ἐκκαθαιρομένης. συνετμήθη οὖν, φησίν, ἡ νύξ, τοῦτ' ἔστιν ὁ βίος ἡμῶν, καὶ ἐγγίζει τὸ τέλος, ἤ τοι ἡ ἡμέρα ἤδη πλησιάζει τῆς τελευτῆς καὶ τῆς ἀνταποδόσεως. χρὴ οὖν καὶ διὰ ταῦτα πᾶσαν ἐντολὴν προθύμως ἡμᾶς ἐπιτελεῖν, ἀγαπᾶν ἀλλήλους, ἀποδιδόναι πᾶσι τὰς ὀφειλάς, ὑποτάσσεσθαι ταῖς ἀρχαῖς· καὶ γὰρ καὶ ὀλίγος ὁ πόνος ἤδη, οὐκ εἰς μῆκος οἱ ἀγῶνες, εἴ τι καὶ δέοι ἀγωνίσασθαι, ἐκτείνονται. βραχὺ λίαν γέγονε τὸ στάδιον τῆς ζωῆς ἡμῶν· μηδεὶς ὀκνείτω, πάντες σπουδάσωμεν. Rο+m13,13 Ὡς ἐν ἡμέρᾳ. ὡς ἤδη παρούσης, ὡς ἐνεστηκυίας τῆς ὅσον οὔπω παρεσομένης ἡμέρας, οὕτω πολιτευσώμεθα εὐσχημόνως. τί δέ ἐστι τὸ εὐσχημόνως; ἑρμηνεύει αὐτὸς ἐπάγων· μὴ κώμοις καὶ ἑξῆς. εὐσχημόνως δέ φησι λίαν ἐντρέπων, ὅτι εἰ καὶ μὴ κόλασις ἦν ἀποκειμένη τοῖς ἁμαρτάνουσι καὶ ἀπόλαυσις τοῖς κατορθοῦσιν, ἔδει τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἀσχημονοῦν φεύγοντας ἔχεσθαι τῆς ἀρετῆς. ὅτε δὲ καὶ τὰ ῥηθέντα ἑκατέρῳ βίῳ ἀκολουθεῖ, τί χρὴ ποιεῖν. 536 Rο+m14, 1-5 Ὅρα τὸ συνετὸν καὶ δραστήριον καὶ προνοητικὸν τοῦ Παύλου. δεξιούμενος ἐπιπλήττει τὸν τοῖς βρώμασι διακρινόμενον, τὸ μὲν ἵνα μὴ ἀποσκιρτήσῃ ἀκράτου τοῦ ἐλέγχου προτεινομένου, τὸ δὲ ἵνα μὴ δόξῃ καλῶς ποιεῖν ἀνεπιτίμητος μένων. διὸ προσλαμβάνεσθε αὐτόν, φησίν, ἀσθενής ἐστιν. μὴ κρίνῃς αὐτόν, φησίν. διὰ τί; οὐχὶ ὅτι οὐ ποιεῖ κακόν, ἀλλ' ὅτι κύριον ἔχει τὸν κρίνοντα αὐτὸν ἄλλον. τούτῳ καὶ ἐκεῖνον παραμυθούμενος, ὡς ἔφημεν, ἐπὶ τῷ μὴ κατακρίνεσθαι ὑπὸ τοῦ πλησίον, καὶ διδοὺς πάλιν ἐννοεῖν ὅτι κἂν οὗτος αὐτὸν οὐ κρίνῃ, ἀλλ' οὖν ὑπὸ κρίμα ἐστὶ παρατηρούμενος τὰ βρώματα· εἰ γὰρ καὶ οὗτος οὐ κρίνει σε, μονονουχὶ λέγων, ἀλλ' ἔχεις κύριον τὸν κρίνοντά σε. διὸ δεῖ σε τῆς τοιαύτης ἀποσχέσθαι σμικρολογίας. κωλύει δὲ περὶ βρωμάτων κρίνειν ἀλλήλους, ἵνα μὴ κατ' ἀρχὰς τῆς πίστεως περὶ ταῦτα ἐρίζοντες καὶ διαφιλονεικοῦντες, ἐκ τούτου καὶ εἰς αὐτὰ τὰ καίρια διαστῆναι κινδυνεύσωσιν, καὶ τὸ κεφάλαιον, αὐτὴν τὴν εἰς Χριστὸν πίστιν ζημιωθῶσιν. τί οὖν; ἂν ἴδωμεν νῦν περὶ τὰ βρώματα Ἰουδαϊκῶς παρατηρούμενον, οὐ μὴ κατακρίνομεν; καὶ μάλιστά γε. πῶς οὖν φησιν· μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε; οὐ περὶ τῆς πίστεως ἢ τῶν εἰς πίστιν συντελούντων τοῦτο δεῖ ἐκλαμβάνειν μὴ γένοιτο οὐδὲ περὶ τῶν ἀναίδην πραττομένων ἀτόπων, ἀλλὰ περὶ τῶν κατὰ τὸν βίον ἔργων, περὶ τῶν ὑπονοουμένων, περὶ τῶν, ὡς αὐτὸς ὁ δεσπότης ἔφη, κάρφους λόγον ἐχόντων· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐδὲ στόμα διᾶραι δεῖ. καὶ μάλιστα οἷς συμπαρατίθησι τῷ προειρημένῳ κεφαλαίῳ καὶ ἕτερον, καί φησιν ὅτι οὐ μόνον ἐπὶ τοῦ προειρημένου οὐ δεῖ κατακρίνειν καὶ ἐξουθενεῖν τὸν πλησίον, ἀλλ' οὐδ' ἐπὶ τοῦ ῥηθῆναι μέλλοντος. ἔστι δὲ τοῦτο τοιοῦτον· οἱ μὲν ἡμέραν παρ' ἡμέραν ἤσθιον, οἱ δὲ καθ' ἡμέραν. φησὶν οὖν ὅτι οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθίοντα νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθοποιεῖ ποιῶν αὐτὸ διὰ τὸν θεόν , οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ' ἡμέραν· οὐ γὰρ νομοθεσίας ἐστὶν ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. Rο+m14,6-13 Ὁ φρονῶν τὴν