μέν, νοερὸς δὲ μόνον ὤν, μετ έχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων. οὔτε γὰρ θεῖαι ψυχαί εἰσιν αἱ τοιαῦται, οὐδὲ νοῦ μετέχουσαι <θείου>· θεῶν γὰρ αἱ ψυχαὶ διὰ νοῦ μετέχουσιν, ὡς δέδεικται πρότερον· οὔτε [αἱ] μεταβολῆς δεκτικαί· πᾶς γὰρ νοῦς ὑπὸ τῶν κατ' οὐσίαν ἀεὶ καὶ κατ' ἐνέργειαν νοερῶν μετέχεται (καὶ γὰρ τοῦτο δῆλον ἐκ τῶν ἔμπροσθεν). 184 Πᾶσα ψυχὴ ἢ θεία ἐστίν, ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν, ἢ μεταξὺ τούτων ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. εἰ γὰρ ὁ μὲν θεῖος νοῦς ὑπὸ θείων μετέχεται ψυχῶν, ὁ δὲ νοερὸς μόνον ὑπὸ τῶν μήτε θείων μήτε μεταβολῆς δεκτικῶν ἀπὸ νοήσεως εἰς ἄνοιαν, εἰσὶ δὲ καὶ αἱ τοῦτο πάσχουσαι καὶ ποτὲ μὲν νοοῦσαι, ποτὲ δὲ μή, φανερὸν ὅτι τρία γένη τῶν ψυχῶν εἰσιν· καὶ πρῶται μὲν αἱ θεῖαι, δεύτεραι δὲ τῶν μὴ θείων αἱ ἀεὶ νοῦ μετέχουσαι, τρίται δὲ αἱ ποτὲ μὲν εἰς νοῦν, ποτὲ δὲ εἰς ἄνοιαν μεταβάλλουσαι. 185 Πᾶσαι μὲν αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὁπαδοὶ ἀεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὁπαδοὶ ποτέ. εἰ γὰρ αἱ μὲν ἔχουσι τὸ θεῖον φῶς ἄνωθεν ἐπιλάμπον, αἱ δὲ ἀεὶ νοοῦσιν, αἱ δὲ ποτὲ ταύτης μεταλαγχάνουσι τῆς τελειότητος, αἱ μὲν ἐν τῷ πλήθει τῶν ψυχῶν ἀνάλογον ἵστανται θεοῖς· αἱ δὲ ἀεὶ συνέπονται θεοῖς, κατὰ νοῦν ἐνεργοῦσαι ἀεί, καὶ τῶν θείων ἐξήρτηνται ψυχῶν, τοῦτον ἔχουσαι πρὸς αὐτὰς λόγον, ὃν τὸ νοερὸν πρὸς τὸ θεῖον· αἱ δὲ ποτὲ νοοῦσαι καὶ ἕπονται ποτὲ θεοῖς, οὔτε νοῦ μετέχειν ἀεὶ ὡσαύτως οὔτε ταῖς θείαις συνεπιστρέφεσθαι ψυχαῖς ἀεὶ δυνάμεναι (τὸ γὰρ ποτὲ νοῦ μεταλαγχάνον οὐδεμία μηχανὴ τοῖς θεοῖς ἀεὶ συνάπτεσθαι). 186 Πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωριστὴ σώματος. εἰ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον οὔτε σῶμά ἐστι (πᾶν γὰρ σῶμα πρὸς ἑαυτὸ ἀνεπίστροφον) οὔτε σώματος ἀχώριστον (καὶ γὰρ τὸ σώματος ἀχώριστον οὐ πέφυκε πρὸς ἑαυτὸ ἐπιστρέφειν· χωρίζοιτο γὰρ ἂν ταύτῃ σώματος), ἡ ἄρα ψυχὴ οὔτε σωματική ἐστιν οὐσία οὔτε σώματος ἀχώριστος. ἀλλὰ μὴν ὅτι γινώσκει ἑαυτήν, φανερόν· εἰ γὰρ καὶ τὰ ὑπὲρ αὐτὴν γινώσκει, καὶ ἑαυτὴν πέφυκε γινώσκειν πολλῷ μειζόνως, ἀπ' αἰτίων τῶν πρὸ αὐτῆς γινώσκουσα ἑαυτήν. 187 Πᾶσα ψυχὴ ἀνώλεθρός ἐστι καὶ ἄφθαρτος. πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστι καὶ σύνθετον ἢ ἐν ὑποκειμένῳ τὴν ὑπόστασιν ἔλαχε· καὶ τὸ μὲν διαλυόμενον, ὡς ἐκ πολλῶν ὑπάρχον, φθεί ρεται· τὸ δὲ ἐν ἑτέρῳ εἶναι πεφυκὸς τοῦ ὑποκειμένου χωριζό μενον ἀφανίζεται εἰς τὸ μὴ ὄν. ἀλλὰ μὴν ἡ ψυχὴ καὶ ἀσώ ματός ἐστι καὶ ἔξω παντὸς ὑποκειμένου, ἐν ἑαυτῇ οὖσα καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. ἀνώλεθρος ἄρα ἐστὶ καὶ ἄφθαρτος. 188 Πᾶσα ψυχὴ καὶ ζωή ἐστι καὶ ζῶν. ᾧ γὰρ ἂν παραγένηται ψυχή, τοῦτο ζῇ ἐξ ἀνάγκης· καὶ τὸ ψυχῆς ἐστερημένον ζωῆς εὐθὺς ἄμοιρον ἀπολείπεται. ἢ οὖν διὰ ψυχὴν ζῇ, ἢ δι' ἄλλο τι καὶ οὐ διὰ ψυχήν. ἀλλὰ δι' ἄλλο τι μόνον, ἀδύνατον. πᾶν γὰρ τὸ μετεχόμενον ἢ ἑαυτὸ ἢ ἑαυτοῦ τι τῷ μετέχοντι δίδωσι, μηδέτερον δὲ παρέχον, οὐδ' ἂν μετέχοιτο· ψυχὴ δὲ μετέχεται ὑπ' ἐκείνου, ᾧ ἂν παρῇ, καὶ ἔμψυχον ἐκεῖνο λέγεται τὸ ψυχῆς μετέχον. εἰ οὖν ζωὴν ἐπιφέρει τοῖς ἐμψύχοις, ἢ ζωή ἐστιν ἢ ζῶν μόνον ἢ τὸ συνάμφω, ζωὴ ἅμα καὶ ζῶν. ἀλλ' εἰ μὲν ζῶν μόνον, οὐκέτι δὲ ζωή, ἔσται ἐκ ζωῆς καὶ μὴ ζωῆς· οὐκ ἄρα γινώσκει ἑαυτὴν οὐδὲ ἐπιστρέφεται πρὸς ἑαυτήν· ζωὴ γὰρ ἡ γνῶσις, καὶ τὸ γνωστικόν, ᾗ τοιοῦτον, ζῇ· εἰ οὖν τι ἐν αὐτῇ ἄζων ἐστί, τοῦτο οὐκ ἔχει καθ' αὑτὸ τὴν τοῦ γινώσκειν δύναμιν. εἰ δὲ ζωὴ μόνον ἐστίν, οὐκέτι μεθέξει τῆς νοερᾶς ζωῆς. τὸ γὰρ ζωῆς μετέχον ζῶν ἐστι καὶ οὐ ζωὴ μόνον· ζωὴ γὰρ μόνον ἡ πρώτη καὶ ἀμέθεκτος, ἡ δὲ μετ' ἐκείνην ζῶν ἅμα καὶ ζωή· ψυχὴ δὲ οὐκ ἔστιν ἡ ἀμέθεκτος ζωή. ἅμα ἄρα ζωή ἐστι καὶ ζῶν ἡ ψυχή. 189 Πᾶσα ψυχὴ αὐτόζως ἐστίν. εἰ γὰρ ἐπιστρεπτικὴ πρὸς ἑαυτήν, τὸ δὲ πρὸς ἑαυτὸ ἐπι στρεπτικὸν πᾶν αὐθυπόστατον, καὶ ἡ ψυχὴ ἄρα αὐθυπόστατος καὶ ἑαυτὴν ὑφίστησιν. ἀλλὰ μὴν καὶ ζωή ἐστι καὶ ζῶν, καὶ ἡ ὕπαρξις αὐτῆς κατὰ τὸ ζωτικόν· καὶ γὰρ οἷς ἂν παρῇ ζωῆς μεταδίδωσιν αὐτῷ