1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

38

τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα Σκλαβηνοὶ καὶ ὅσα ἄττα, εἴτε Σαυρομάτας Ἁμαξοβίους εἴτε Μετανάστας ταῦτα δὴ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστοριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θηριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρύσθαι ἐνταῦθα 4.1.6 ξυμβαίνει. οἷς δὴ ἀπέραντα πολεμησείουσιν ὑπαντιάζειν διατεινομένῳ Ἰουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν ποιουμένῳ ἐπάναγκες ἦν ἐρύματά τε περιβάλλεσθαι ἀνάριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστήσασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ 4.1.7 ἀνεπιμίκτοις ἐμπόδια εἴη. οἷς δὴ τοῖς πολεμίοις τὸν πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις ποιεῖσθαι νόμος, οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθήκαις διαλῦσαί τισιν, ἢ κατὰ χρόνον ἀνακχεῦσαι, ἀλλ' ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. ἀλλὰ καὶ ὣς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα. 4.1.8 ἔργου γὰρ ἀρξαμένους τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι. 4.1.9 ἐπεὶ καὶ ἄλλως ἂν οὐκ ἔξω κατηγορίας τὸ πρᾶγμα εἴη, βασιλέα μὲν τὸν ἡμέτερον εἰργάσθαι τὰ ἔργα, ἡμᾶς δὲ 4.1.10 τοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. μέλλοντας δὲ τὰ Εὐρωπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκοδομήματα, ὀλίγα ἄττα ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον. 4.1.11 Ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς ἄλλης θαλάσσης ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ πλεῖστον ποιεῖται τὸν Ἰόνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπειρώτας τε καὶ τὰ ἐκείνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροὺς ἔχουσα, ἔν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περι4.1.12 λαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. καθύπερθε δὲ ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς Ἴστρος 4.1.13 γῆς τῆς Εὐρώπης νησοειδῆ τὴν γῆν τίθεται. ἐνταῦθα οἰκοδομήματα πολλά τε καὶ ἀξιολογώτατα ὁ βασιλεὺς οὗτος 4.1.14 πεποίηται. πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισάμενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι, οἳ δὴ ὑπὲρ Ἴστρου ποταμοῦ ᾤκηνται. 4.1.15 Ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ᾗ πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ 4.1.16 τοῦδε τὰς ἀπαρχὰς τοῦ λόγου δοτέον. αὐτῇ γὰρ ἂν μόνῃ ὀγκοῦσθαί τε καὶ διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι πρέποι βασιλέα Ῥωμαίοις θρεψαμένῃ τε καὶ παρασχομένῃ τοιοῦτον, οὗ δὴ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ παρακαταθέσθαι ἀμήχανον. 4.1.17 Ἐν ∆αρδάνοις που τοῖς Εὐρωπαίοις, οἳ δὴ μετὰ τοὺς Ἐπιδαμνίων ὅρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα, ὅπερ Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔνθεν Ἰουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς 4.1.18 ὥρμηται. τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισάμενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύργον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι 4.1.19 πεποίηκε. παρ' αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπιφανεστάτην ἐδείματο, ἥνπερ Ἰουστινιανὴν ὠνόμασε Πρῖμαν (πρώτη δὲ τοῦτο τῇ Λατίνων φωνῇ δύναται) ταῦτα 4.1.20 τῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. καίτοι Ῥωμαίους ἐχρῆν ἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα, 4.1.21 ἐπεὶ καὶ σωτῆρα ἐθρέψατο ἡ χώρα κοινὸν ἅπασιν. ἐνταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρ4.1.22 ρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. πολλὰ δὲ καὶ ἄλλα τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ 4.1.23 διαπεπόνηται ἄξια. θεοῦ μὲν τεμένη διαριθμεῖσθαι οὐ ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιάς, 4.1.24 τὰ βαλανεῖα, τὰ πωλητήρια. πόλις ἁπλῶς μεγάλη καὶ πολυάνθρωπος καὶ τὰ ἄλλα εὐδαίμων καὶ οἵα τῆς χώρας ἁπάσης μητρόπολις εἶναι. εἰς ἀξιώματος γὰρ τοσόνδε 4.1.25 ἥκει. πρὸς δὲ καὶ τὸν Ἰλλυριῶν ἀρχιερέα διακεκλήρωται, τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος· 4.1.26 ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντιφιλοτιμεῖται δεδημιουργηκέναι τὴν πόλιν. καί μοι ἄχρι 4.1.27 τοῦδε εἰπεῖν