1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

38

μὲν κατ' ἐπίνοιαν γε νητόν, οὐ κατὰ χρόνον, οἱ δὲ ἀγένητον παντελῶς καὶ ἀναίτιον· καὶ οὗτοι μὲν φθαρτόν, ἐκεῖνοι δὲ ἄφθαρτον. 4.17 Καὶ τοὺς ἀστέρας δὲ Θαλῆς μὲν γεώδεις καὶ ἐμπύρους ὠνό μασεν· ὁ δέ γε Ἀναξαγόρας ἐκ τῆς τοῦ παντὸς περιδινήσεως πέτρους εἶπεν ἀνασπασθῆναι, καὶ τούτους ἐκπυρωθέντας τε καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι. Καὶ ∆ημόκριτος δὲ τοῦτον κρατύνει τὸν λόγον· ὁ δὲ ∆ιογένης κισηροειδεῖς λέγει εἶναι τού τους, διαπνοάς τινας ἔχοντας· ὁ δὲ Ἀναξίμανδρος ξυστήματα ἄττα τοῦ ἀέρος ἔφη, τροχοειδῶς πεπιλημένα, πυρὸς ἔμπλεα 4.18 εἶναι, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας. ∆ιογένης δὲ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινας τούτων ἔφησε καὶ σβεννυμένους ἐλέγχεσθαι, ὅτι λίθων ἔχουσι φύσιν, καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. Ὁ δὲ Πλάτων ὡς ἐπίπαν μὲν τούτους ἐκ τοῦ πυρὸς ξυνεστάναι, μετέχειν δὲ καὶ τῶν ἄλλων στοιχείων φησίν. Ὁ δέ γε Ἀριστοτέλης τοῦ πέμπτου σώματος 4.19 εἴρηκε ξυγγενεῖς. Ξενοφάνης δὲ ἐκ νεφῶν μὲν λέγει πεπυρωμένων ξυνίστασθαι, σβεννυμένους δὲ μεθ' ἡμέραν νύκτωρ 4. πάλιν ἀναζωπυρεῖσθαι, καθάπερ τοὺς ἄνθρακας. Ἡρακλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν φασί, γῆν περιέχοντα καὶ ἀέρα· καὶ οἱ μὲν σφαιροειδεῖς τούτους εἰρήκασι, κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωϊκός. 4.21 Καὶ μέντοι καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ὁ Ξενοφάνης νέφη εἶναι πεπυρωμένα φησίν· Ἀναξαγόρας δὲ καὶ ∆ημόκριτος καὶ Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον· Θαλῆς δὲ γεώδη, κιση ροειδῆ δὲ ∆ιογένης· ὁ δὲ Ἀριστοτέλης σφαῖραν εἶναι ἐκ τοῦ πέμπτου σώματος ξυνεστῶσαν· ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων· Φιλό λαος δὲ ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, εἰδώλου τάξιν ἐπέχοντα· καὶ ἕτεροι δὲ ἕτερα ἄττα περὶ τούτου ἐδόξασαν, ἃ περιττὸν οἶμαι λέγειν, ἵνα μὴ τῆς αὐτῆς 4.22 μεταλάχω τερθρείας. Καὶ μεγέθους δὲ πέρι καὶ σχήματος πολλὴ παρ' αὐτοῖς διαμάχη· οἱ μὲν γὰρ αὐτὸν σφαιροειδῆ φασιν, οἱ δὲ σκαφοειδῆ, οἱ δὲ ἁρματιαίῳ τροχῷ παραπλήσιον· καὶ Ἀνα ξίμανδρος μὲν ἑπτακαιεικοσαπλασίω τῆς γῆς τοῦτον ἔφησεν εἶναι, Ἐμπεδοκλῆς δὲ ἶσον τῇ γῇ, ὁ δὲ Ἀναξαγόρας Πελοποννήσου4.23 μείζονα, Ἡράκλειτος δὲ ποδιαῖον. Καὶ περὶ σε λήνης δὲ ὁμοίως ὑθλοῦσιν· γεώδη μὲν γὰρ αὐτὴν ὁ Θαλῆς φησιν, Ἀναξιμένης δὲ καὶ Παρμενίδης καὶ Ἡράκλειτος ἐκ μόνου ξυνεστάναι πυρός· Ἀναξαγόρας δὲ καὶ ∆ημόκριτος στε ρέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας· ὁ δὲ Πυθαγόρας πετρῶδες σῶμα· Ἡρακλείδης δὲ γῆν ὀμίχλῃ περιεχομένην· καὶ οἱ μὲν μείζονα τῆς γῆς ἀποφαίνονται, οἱ δὲ ἰσόμετρον, οἱ δέ γε ἐλάττονα, ἄλλοι δὲ σπιθαμῆς ἔχειν διάμετρον. 4.24 Καὶ τί δεῖ λέγειν, ὅσα ἐκεῖνοι σχημάτων πέρι καὶ ἐκλείψεων καὶ διαστημάτων μυθολογοῦσιν; οὐ γὰρ μόνον ὅσον ἀλλήλων δι εστήκασι, λέγουσιν, ἀλλὰ καὶ ὅσον τῆς γῆς ἀφεστήκασι· καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας, τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου· καὶ οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης ἀγνοοῦντες τὸ βάθος, ἔνθα καὶ ὁρμιὰν καθεῖναι δύνανται καὶ ἱμονιάν, τὸ δὲ τοῦ ἀέρος καὶ τοῦ αἰθέρος μέτρον σαφῶς εἰδέναι φιλοτιμούμενοι καὶ οὐδὲ τὸ ἀκερδὲς τοῦ πράγματος ἐνθυμούμενοι οὐδὲ τῆς Αἰσχύλου παραι νέσεως ἐπαΐοντες· τὰ μηδὲν ὠφελοῦντα μὴ ζήτει μάτην. 4.25 Τούτων δὲ ἕκαστον εἰ καὶ εὑρετὸν ἦν, ἀνόνητον παντάπασιν ἦν. Ἐπειδὴ δὲ καὶ ἀνέφικτος ἀνθρώποις ἡ εὕρεσις, ἀτεχνῶς ἐοίκασι τοῖς καθ' ὕδατος γράφουσιν ἢ κοσκίνῳ ὕδωρ ἀντλοῦσιν. Καὶ οὗτοι γὰρ δὴ κἀκεῖνοι μάταιον ἀναδέχονται πόνον καὶ εἰς 4.26 οὐδὲν δέον τὴν σχολὴν ἀναλίσκουσιν. Τοῦτο δὴ ξυνορῶν ὁ Σω κράτης, μετεωρολόγοις καὶ φυσιολόγοις ἐρρῶσθαι φράσας, τὴν ἠθικὴν διδασκαλίαν ἠσπάσατο. Καὶ τοῦτο δεδήλωκεν ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, λέγων ὡδί· "Ὅλως δὲ καὶ τῶν οὐρανίων ἕκαστα, ἃ ὁ θεὸς