1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

38

μόνον ἀληθινὸν Θεόν." Καὶ πάλιν· "Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυ ψας ταῦτα ἀπὸ τῶν σοφῶν καὶ συνετῶν, καὶ ἀπεκά λυψας αὐτὰ νηπίοις." Καὶ ὁ θεῖος δὲ Ἀπόστολος οὕτω λέγει· "Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν." Καὶ πάλιν· "Εἷς Θεὸς, εἷς μεσί της Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς." Καὶ αὖθις· "Εἷς Θεὸς Πατὴρ, ἐξ οὗ τὰ πάντα." Καὶ ἑτέρας δὲ παμπόλλας χρήσεις ἔστιν εὑρεῖν τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, δεικνύσας τὴν συμφωνίαν, καὶ τὸν ἕνα κηρυττούσας Θεόν. Καὶ ἀόρατον δὲ εἶναι αὐτὸν, καὶ ἡ Παλαιὰ διδάσκει, καὶ ἡ Καινή. Ἐν μὲν γὰρ τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα φησίν· "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζή σεται·" ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔφη· "Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα." Τοῦτό τοι καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς βοᾷ· "Θεὸν οὐδεὶς ἑώρακε πώποτε." ∆είκνυσι δὲ καὶ πόθεν με μάθηκεν· ἐπάγει γάρ· "Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο." Βοᾷ δὲ καὶ ὁ Ἀπόστολος· "Ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν." Καὶ πάλιν· "Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δυνήσεται." Καὶ τὸ ἄπειρον δὲ αὐτοῦ καὶ ἀπερίγραφον πάλιν καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς ἐδιδάχθημεν. Καὶ ἐν μὲν τῇ Παλαιᾷ φησιν ὁ Θεός· "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος." Καὶ πάλιν· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;" Ὁ δὲ θειότατος ∆α βὶδ βοᾷ, ὅτι "Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς." Καὶ χεῖρα μὲν κέκληκε, τῆς οἰκονομικῆς δυ νάμεως τὴν ἐνέργειαν· ἔδειξε δὲ οὐκ αὐτὸν ἐν τοῖς πᾶσι περιγεγραμμένον, ἀλλὰ πάντα τῆς αὐτοῦ προ μηθείας ἐξηρτημένα. Ἐν ἄλλῃ δὲ ὑμνῳδίᾳ πρὸς αὐτόν φησι· "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; 83.445 καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· καὶ ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." Ταῦτα δὲ τὸ ἀπε ρίγραφον αὐτοῦ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως δείκνυσι. Καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· "Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας." Καὶ πάλιν, τὴν τῶν εἰδώλων διελέγχων ἀσθένειαν, ταύτην ἡμῖν περὶ τοῦ Θεοῦ τῶν ὅλων τὴν διδασκαλίαν προσήνεγκε· "Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὑτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη στα θμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν, ἢ ὁδὸν συν έσεως τίς ἔδειξεν αὐτῷ;" Εἶτα ὡς ἐνῆν ἀνθρωπίνῃ διανοίᾳ καὶ γλώττῃ πηλίνῃ, τὸ ἄπειρον δείκνυσι τῆς δυνάμεως. "Εἰ πάντα γὰρ, φησὶ, τὰ ἔθνη ὡς στα γὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος ἐνομίσθησαν καὶ λογισθήσονται, τίνι ὁμοιώσετε Κύριον, ἢ τίνι ὁμοιώματι ὁμοιώσετε αὐ τόν;" Εἰ δὲ οὐρανὸς καὶ ἡ γῆ καὶ τῶν ὑδάτων ἡ φύσις πάσης φύσεως κτιστῆς περιεκτικὰ, τούτων δὲ πάντων μέτρον τῆς θείας χειρὸς τὸ μέτρον, σκοπη σάτωσαν οἱ τὸν Θεὸν τῇ γλώττῃ μετρεῖν ἐπιχειροῦν τες τῆς φύσεως ἐκείνης τὸ ἄπειρον· χεῖρα νοοῦντες, οὐ τὸ τοῦ σώματος μόριον, ἀλλὰ τὴν πάντα τεκτη ναμένην καὶ κυβερνῶσαν ἐνέργειαν. Ταῦτα μὲν οὖν περὶ τοῦ Θεοῦ τῶν ὅλων ἡ Παλαιὰ διδάσκει Γραφή· εὕροι δ' ἄν τις ἕτερα παραπλήσια τῶν εἰρημένων, τὸ ἀπερίγραφον καὶ τῆς οὐσίας, καὶ τῆς σοφίας, καὶ τῆς δυνάμεως τῆς θείας διδάσκοντα. Ἐν δὲ τοῖς ἱε ροῖς Εὐαγγελίοις τὰ παραπλήσια φρονεῖν ὁ Κύριος τὴν Σαμαρεῖτιν ἐδίδαξεν. Ἐκείνης γὰρ τοπαζούσης τόπῳ περιγεγράφθαι τὸ Θεῖον, καὶ τούτου χάριν εἰρηκυίας· "Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσο λύμοις δεῖ