38
κρείττονα καὶ ὑψηλότερον τῶν πολεμίων ἀπέφηνε. λεʹ. "∆ιδάσκων χεῖράς μου εἰς πόλεμον." Εἰς εὐχὴν γὰρ ταύτας ἐκτείνων, περιγίνομαι τῶν δυσμε νῶν. "Καὶ ἔθετο τόξον χαλκοῦν τοὺς βραχίονάς μου." ∆ιὰ τοῦτο, δίκην τόξου χαλκοῦ καὶ ἀῤῥα γοῦς τοὺς ἐμοὺς βραχίονας τὰ κατὰ τῶν πολεμίων ἀφιέναι παρεσκεύασε βέλη. λʹ. "Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παι δεία σου ἀνώρθωσέ με εἰς τέλος· καὶ ἡ παιδεία σου αὐτή με διδάξει." Καὶ ἐπαίδευσας ἡμαρτη κότα, καὶ καταπεπτωκότα ἀνώρθωσας· καὶ ἐδίδα ξας ὅσον ἡ ἁμαρτία κακὸν, καὶ τῆς σωτηρίας ἠξίωσας. λζʹ. "Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου· καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου." Ἐν τῇ στε νοχωρίᾳ τῆς θλίψεως ἔδωκας τὴν εὐρυχωρίαν τῆς παρακλήσεως· ὑφ' ἧς ψυχαγωγούμενος, μέχρι τοῦ παρόντος διήρκεσα. τὸ γὰρ ἐπλάτυνας, εὐρυχώ ρησας ὁ Σύμμαχος εἴρηκεν. 80.985 ληʹ, λθʹ. "Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτούς· καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείψωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου." Οὕτως ὑπὸ τῆς σῆς προνοίας ῥωσθεὶς ἐλπίζω πάντων περιγενήσε σθαι τῶν δυσμενῶν· καὶ μὴ πρότερον ἀποστῆναι, ἕως ἂν αὐτοὺς αὖθις ὑπηκόους ἐργάσωμαι· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου. μʹ. "Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ ὑποκάτω μου." Ἐμοὶ μὲν ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην· τῶν δὲ πολεμίων ἐπέδησας τὴν ὁρμήν· καὶ τοῦτό ἐστι καὶ ἐπὶ τοῦ Γολιὰθ, καὶ ἐπὶ τοῦ Σαοὺλ γεγενημένον. Τὸν μὲν γὰρ τὸν τοῦ πράττειν καιρὸν εἰς ἀνοήτους ἀναλίσκοντα λόγους τῇ σφενδόνῃ κατήνεγκεν· τὸν δὲ ὕπνῳ πεδηθέντα ῥᾳδίως διέφυ γεν. Οὕτω καὶ τῶν Γετθαίων ἐξέφυγε τὰς ἐπι βουλάς. μαʹ. "Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον." Ἀντὶ τοῦ, εἰς φυγὴν ἔτρεψας· ἴδιον γὰρ τῶν φευ γόντων τὸ διδόναι τὰ νῶτα. "Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας·" τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυρίους ἑτέρους. μβʹ. "Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν." Οὔτε γὰρ ἀλ λόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς, τῆς παρ' αὐτῶν προνοίας ἀπέλαυσαν· οὔτε ὁ Σαοὺλ, καὶ Ἀβεσσαλὼμ, καὶ ὁ Σεμεεὶ, καὶ οἱ λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι, τὸν Θεὸν ἐσχήκασι σύμμαχον. μγʹ. "Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν κατὰ πρόσωπον ἀνέμου· ὡς πηλὸν πλατειῶν λεανῶ αὐ τούς." Φροῦδοι καὶ ἀφανεῖς γενήσονται παν τελῶς, τῆς σῆς μοι χάριτος συνεργούσης. μδʹ. "Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ." Ἐντεῦθεν προθεσπίζει τὴν κατὰ τοῦ Σωτῆρος Ἰουδαίων μανίαν, καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν. Καὶ παρακα λεῖ μηδεμίαν ἔχειν κοινωνίαν εἰς τὴν ἐκείνων ἀντι λογίαν. "Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν." Καὶ μὴν οὐκ ἴσμεν τὸν ∆αβὶδ τῶν ἐθνῶν βασιλεύ σαντα. Οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέν τος ἡ προφητεία πληροῦται. Ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα τεχθεὶς ∆αβὶδ καὶ αὐτὸς ὀνομαζόμε νος κατὰ τὸν θεῖον Ἰεζεκιὴλ, ὁ ∆εσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐναν θρώπησιν, καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπι στευκότων δουλείαν δεξάμενος. 80.988 μεʹ. "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου." Ἐκ προσώπου ταῦτα προαγορεύει τοῦ ∆εσπότου Χριστοῦ. Λέγει δὲ, ὅτι Οἱ μήτε νομοθέτην, μήτε προφήτην ἐμὸν δεξάμενοι πώποτε, ῥᾳδίως μάλα κληθέντες ὑπήκουσαν, καὶ τὴν ἐμὴν δεσποτείαν ἠγάπησαν. μʹ. "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλό τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Οἱ δὲ υἱοὶ προσαγορευθέντες, καὶ ἐν υἱῶν τάξει γραφέντες, ἀλλοτρίους σφᾶς αὐτοὺς πεποιή κασιν, ἀγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι, καὶ περὶ τὴν πίστιν χωλεύσαντες, καὶ τὴν εὐσεβῆ τρίβον καταλιπόντες. Οὕτω καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· "Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν." Καὶ τὸ μὲν τὴν οἰκείαν δείκνυσι φυτουργίαν, τὸ δὲ τὴν ἐκεί νων ἀχαριστίαν ἐλέγχει. Τὸ δὲ,