38
ἐν ᾧ αἱ ψυχαὶ ἀπεκρέμαντο τῶν τεκόντων· καὶ φεῦ τῆς συμφορᾶς (ἐγκόπτει γὰρ τὸ πάθος καὶ τὸ φθέγγεσθαι), ᾤχετο καὶ τοῦτο ἐξ ὀφθαλμῶν ὑμῶν καί, τό γε ἐλεεινότερον, μηδὲ ἐπ' ὄψεως τῆς πατρικῆς παρουσίας. καὶ τί δεῖ ἐκτραγῳδεῖν τὴν συμφοράν; τέτμηται ὑμῶν ἡ καρδία, τοῦ πατρός, τῆς μητρός, τῆς κυρίας τῆς πατρικίας, καὶ ῥομφαία διὰ μέσου ἀμφοτέρων διελήλυθεν. καὶ τὸ ἄλγος θεραπεύσει οὐ λόγος, οὐ παραμύθιον, οὐκ ἐξ ἀνθρώπου, οὐκ ἐξ ἀγγέλου, ἀλλ' ἐκ μόνου θεοῦ, τοῦ οὕτως διαθεμένου τοὺς τῆς ζωῆς ἡμῶν ὅρους· αὐτὸς γάρ ἐστι, δέσποτά μου, ὁ τὸ τριπόθητον ὑμῶν τέκνον προσλαβόμενος, ὥσπερ καὶ τὰ προλαβόντα προσληψάμενος. Λυπηρὸν μὲν καὶ λίαν τὸ καθ' ὑμᾶς, οὐ πάντως δὲ καὶ τοῖς προσληφθεῖσιν, ἐπειδὴ ἄχραντοι καὶ ἀκηλίδωτοι ἐξ ἁμαρτιῶν διὰ τῆς ἀρτιγενείας ἐκχωρήσαντες τῶν ἐνθένδε πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον ἐν κόλποις Ἀβραὰμ χορεύουσιν, μετὰ ἁγίων νηπίων συναλίζονται, μετὰ παίδων χριστοφόρων ἀναμέλπουσιν. ὥστε οὐκ ἀπόλωλεν τὰ κάλλιστα τέκνα, ἀλλὰ σέσωσται ὑμῖν καὶ διαμένει· καὶ ἐπόψεσθε αὐτὰ μικρὸν ὕστερον, ἡνίκα τέλος δέξηται ἡ χρονικὴ ζωὴ αὕτη, χαίροντα καὶ ἀγαλλιώμενα οὐκ ἐν βραχείᾳ ἡλικίᾳ, ἀλλ' ἐν τελειότητι τοῦ πληρώματος τοῦ Χριστοῦ, καθὼς γέγραπται. διὸ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν τοῖς λογισμοῖς τούτοις κατεπᾴδειν ἑαυτοῖς κατὰ τὸ ἀληθὲς καὶ ἐντεῦθεν ἐξαίρειν τὸ ἄμετρον λυπηρὸν τῆς ψυχῆς. μέτρα γὰρ ἔδωκεν ἡμῖν ὁ Κύριος, ἵνα καὶ τὰ φυσικὰ σπλάγχνα ἐνδεικνύμεθα καὶ τοὺς τῆς αὐταρκείας ὅρους μὴ ὑπερβαίνωμεν· τὸ μὲν γὰρ εἰς ἔλεον κινεῖ τὸ θεῖον, τὸ δὲ ἀντιφέρεσθαι ποιεῖ τοῖς τῆς προνοίας διατάγμασιν. καὶ τὸ μὲν εὐφραίνει τοὺς ἀπελθόντας, τὸ δὲ λυπεῖν εἴωθεν αὐτοὺς τοὺς ἀναπαύσεως λαχόντας· πᾶς γάρ τις βούλεται χαίρειν ἐπὶ τῇ οἰκείᾳ χαρᾷ, ἀλλ' οὐχὶ λυπεῖσθαι τοὺς φιλεῖν ὁμολογοῦντας. Ἡμεῖς δὲ πιστεύομεν καὶ πάλιν ἐν γαστρὶ ἕξειν τὴν κυρίαν τὴν χαρτουλαρέαν καὶ τέξεσθαι υἱὸν οὐκέτι ταχύμορον, ἀλλὰ μακροημερεύοντα εἰς διαδοχὴν γένους, μόνον ἐὰν μετριώσωμεν τὸ πάθος καὶ τὰς ὑπὲρ τοῦ παιδὸς ἀποδῶμεν ἔργῳ καὶ λόγῳ προσφορὰς εὐχαρίστους τῷ δεσπότῃ Χριστῷ. 30 {1Νικηφόρῳ πατριάρχῃ}1 Οὐκ ἀναγκαῖον διὰ γράμματος σημᾶναι τῷ ἀγγέλῳ τῆς μακαριότητός σου ἃ διὰ στόματος προανηγγέλθη, εἰ καὶ μὴ δι' ἀμφοτέρων ἡμῶν τῶν ταπεινῶν· ἀλλ' ἵνα μὴ ἡ χθὲς κατὰ τὴν κέλευσίν σου συνέλευσις τῶν ἐπισκόπων, ἕτερόν τι διδάξασα παρὰ τὰ ἐν αὐτῇ ὑφ' ἡμῶν ῥηθέντα, ἐπιθολώσῃ τὰς ἱεράς σου ἀκοάς, ἁρμόζον ἡγησάμεθα ἀνενεγκεῖν ἐν κεφαλαίῳ τὴν ὅλην τῆς ἀπολογίας ἡμῶν σύστασιν. ἡμεῖς τοίνυν, ὦ μακαριώτατε, ὀρθόδοξοί ἐσμεν κατὰ πάντα, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι καὶ πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην ἀποδεχόμενοι, οὐ μὴν ἀλλὰ καὶ τὰς παρ' αὐτῶν ἐκφωνηθείσας ἱερὰς καὶ κανονικὰς διατυπώσεις ἀσφαλῶς κατέχομεν· μηδὲ γὰρ ὀρθοτομεῖν ἔστι τελείως τὸν λόγον τῆς ἀληθείας τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. καὶ μὴν καὶ τὰς ἐνθέσμους ὑπὸ τῶν ἁγίων κατὰ καιρὸν οἰκονομίας προσιέμεθα, ἐπεὶ καὶ ἡμῶν τῶν ταπεινῶν νῦν τὸ τὴν ἁγιωσύνην σου διὰ τὴν ἐκβολὴν τοῦ οἰκονόμου ἀσπάζεσθαι οὐ τῶν ἀκριβευομένων ἐστίν, τῶν δὲ λίαν οἰκονομούντων καὶ συνερχομένων. καὶ τὸν προηγησάμενον τὴν ἁγιωσύνην σου ὁσιώτατον πατριάρχην τῷ λόγῳ τούτῳ ἐδεξάμεθα εἰς τὴν προκειμένην ὑπόθεσιν, ἡνίκα ἐπανήλθομεν τῆς ἐξορίας, διαρραγείσης μὲν τῆς μοιχικῆς συναφείας, εἰρχθέντος δὲ τοῦ οἰκονόμου τῆς ἱερουργίας, ὅτι "4μὴ ἔστω ἡμῖν μέρος ἕνεκεν τοῦ ἀδιαφόρως ὑπὸ τῆς ὁσιότητός σου μεταλαμβάνειν τὸν μοιχεύσαντα, μήτε ἐν τῷ νῦν αἰῶνι μήτε ἐν τῷ μέλλοντι"5. ἤδη εἰπόντος αὐτοῦ ὅτι "4οἰκονομίᾳ ἐχρώμην καὶ αὐτῷ τῷ μεταδιδεῖν ἕως καιροῦ"5, εἶτα καὶ οὕτως δηλώσαντος, ὅτι "4αἱ χεῖρές μου κεκομμέναι ἂν ὑπῆρχον εἰς τὸ μοιχικὸν στεφάνωμα ἢ ἐγὼ ὅλως ἐστεφάνουν"5, ἐπὶ τούτοις τοίνυν κεκοινωνήκαμεν αὐτῷ μέχρι