1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

38

συνελθόντες ἄκυρα πάντα τὰ κατὰ 79 τοῦ θείου Ἰωάννου παρὰ Θεοφίλου καὶ τῶν σὺν αὐτῷ ἐκύρωσαν δικαίως. ιβʹ. ιβʹ. θʹ. ϛʹ. εʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει ἡ βασίλισσα Εὐδοξία ἀργυρέαν στήλην ἰδίαν ποιήσασα ἔστησεν ἐν τόπῳ λεγομένῳ τὰ Πιττάκια πλησίον τῆς ἁγίας Εἰρήνης. ὁ δὲ τῆς πόλεως ἔπαρχος, Μανιχαῖος καὶ ἑλληνόφρων ὤν, κρότους καὶ χοροὺς καὶ ὀρχήσεις ἐνώπιον τῆς στήλης ἐπιτελῶν θορύβους τε ποιῶν ἐλύπει τὸν Ἰωάννην, μὴ συγχωρῶν αὐτὸν ἡσύχως τὰς θείας λειτουργίας ἐπιτελεῖν· πολλάκις γὰρ ἔφυρε τοὺς ψάλλοντας. ὁ δὲ ἱερὸς Ἰωάννης ἐπηνέχθη τούτῳ διὰ τοῦ λόγου. αὐτὸς δὲ τὴν Εὐδοξίαν κατὰ τοῦ Ἰωάννου διήγειρεν ὡς δυσχεραίνοντος ἐπὶ τῇ τιμῇ τῆς στήλης αὐτῆς. καὶ λοιπὸν πάλιν μῖσος κατὰ Ἰωάννου, πάλιν ὀργή. αὐτὸς δὲ τότε τὸν λόγον ἐπεδείξατο, οὗ ἡ ἀρχή· "πάλιν Ἡρωδιὰς μαίνεται." τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ' αὐτοῦ ἐκινήθη, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία. ὁ δὲ λαὸς τὴν ἐκκλησίαν ἐνέπρησεν· πολλοί τε ὑπὲρ Ἰωάννου ἐκινδύνευσαν. Ἰωάννης δὲ ἐξηλάθη τῆς πόλεως καὶ ἐξωρίσθη εἰς Κουκουσόν, ἐκεῖθέν τε μετηνέχθη εἰς Πιτυοῦντα. γενόμενος δὲ ἐν Κομάνοις κατὰ πάροδον τῆς Ἀρμενίας ἐτελειώθη ἐν κυρίῳ. τούτου δὲ ἐξορισθέντος Ἀρσάκιος ἐχειροτονήθη, ὁ ἀδελφὸς Νεκταρίου τοῦ πρὸ τοῦ Χρυσοστόμου. Ἰννοκέντιος δὲ ὁ Ῥώμης καὶ Φλαβιανὸς Ἀντιοχείας οὐκ ἐκοινώνησαν τῇ ἐκβολῇ Ἰωάννου, ἀλλὰ διὰ γραμμάτων τὸν κλῆρον τῆς πόλεως παρεμυθήσαντο καὶ ἐδυσχέραινον ἐπὶ τοῖς τολμήμασιν. Ἐπιφάνιος δὲ ἐπὶ Κύπρον ἀπέπλευσεν, τοῦ θεοῦ, ὡς ἔοικεν, τὴν μετάστασιν αὐτοῦ προμηνύσαντος. φασὶ δὲ ὅτι καὶ Ἰωάννῃ τὴν ἐν τῇ ἐξορίᾳ τελευτὴν ἐδήλωσεν, καὶ Ἰωάννης Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ. Ἐπιφάνιος τοῖς προπέμπουσιν εἶπεν· "σπεύδω ἐγώ, ἀφίημι δὲ ὑμῖν τὰ βιβλία τὴν πόλιν καὶ τὴν ὑπόκρισιν." Τῷ δ' αὐτῷ ἔτει τελευτᾷ καὶ ἡ Εὐδοξίᾳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀρσάκιος ἔτη βʹ. ιγʹ. ιγʹ. ιʹ. αʹ. ϛʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει Ἀρκάδιος ὁ βασιλεὺς γενόμενος ἐν Καρύᾳ, ἐν ᾗ καὶ τὸν ἅγιον μάρτυρα Ἀκάκιον λέγουσι παθεῖν, εὐξάμενός τε 80 καὶ ἐξελθὼν ἐκ τοῦ ναοῦ, εὐθέως ὁ μέγιστος οἶκος ὁ ἐν τῇ Καρύᾳ κατέπεσεν. τὸ δὲ πλῆθος σωθὲν τῇ εὐχῇ τοῦ βασιλέως τὴν σωτηρίαν ἐπέγραψεν. ιδʹ. ιδʹ. ιαʹ. βʹ. ζʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐν Ῥώμῃ ἐμυκήθη ἡ γῆ ἐπὶ ἡμέρας ζʹ. καὶ ἐσφάγη Στιλίχων ὁ λαμπρότατος ἐν Ῥαβέννῃ, καὶ ἄλλοι δὲ δυνάσται. αὐτῷ δὲ τῷ ἔτει Ἀρκάδιος ἐτελεύτησε πρὸ ιαʹ καλανδῶν Σεπτεμβρίου. Τὸν δὲ νέον Θεοδόσιον μικρότατον ὄντα καὶ ἀπερίστατον κατανοήσας Ἀρκάδιος ὁ πατήρ, καὶ δείσας, μὴ ἀπό τινος ἐπιβουλευθῇ, βασιλέα αὐτὸν ἀναγορεύσας κουράτορα αὐτοῦ κατὰ διαθήκας κατέστησεν Ἰσδιγέρδην, τὸν τῶν Περσῶν βασιλέα. Ἰσδιγέρδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὴν Ἀρκαδίου διαθήκην δεξάμενος εἰρήνῃ ἀφθόνῳ πρὸς Ῥωμαίους χρησάμενος Θεοδοσίῳ τὴν βασιλείαν διεσώσατο· καὶ Ἀντίοχόν τινα θαυμαστόν τε καὶ λογιώτατον ἐπίτροπόν τε καὶ παιδαγωγὸν ἀποστείλας γράφει τῇ συγκλήτῳ Ῥωμαίων τάδε· Ἀρκαδίου κοιμηθέντος κἀμὲ κουράτορα τοῦ παιδὸς καταστήσαντος, τὸν ἀναπληροῦντα τὸν ἐμὸν τόπον ἀπέστειλα. μή τις οὖν εἰς ἐπιβουλὴν τοῦ παιδὸς ἐπιχειρήσῃ, ἵνα μὴ πόλεμον ἄσπονδον κατὰ Ῥωμαίων ἀνακαινίσω. ὁ δὲ Ἀντίοχος ἐλθὼν ἦν σὺν τῷ βασιλεῖ· ὑπὸ δὲ τῷ αὐτοῦ θείῳ Ὀνωρίῳ καὶ Πουλχερίᾳ τῇ ἀδελφῇ αὐτοῦ τὰ Χριστιανῶν ἐπιστημόνως ἐπαιδεύετο. καὶ ἦν εἰρήνη ἀναμεταξὺ Ῥωμαίων καὶ Περσῶν, μάλιστα τοῦ Ἀντιόχου πολλὰ ὑπὲρ Χριστιανῶν γράφοντος· καὶ οὕτως ἐπλατύνθη ἐν Περσίδι ὁ χριστιανισμός, Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, μεσιτεύοντος. Κόσμου ἔτη εϠαʹ. Τῆς θείας σαρκώσεως ἔτη υαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. αʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κβʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς