Τοῦ ἁγίου Ἰουστίνου Ἀπολογία ὑπὲρ Χριστιανῶν πρὸς Ἀντωνῖνον τὸν Εὐσεβῆ.
And that this too may be clear to you, there were spoken from the person of the Father through Isaiah the prophet, the following words: “The ox knoweth his owner, and the ass his master’s crib; but Israel doth not know, and My people hath not understood. Woe, sinful nation, a people full of sins, a wicked seed, children that are transgressors, ye have forsaken the Lord.”74 Isa. i. 3. This quotation varies only in one word from that of the LXX. And again elsewhere, when the same prophet speaks in like manner from the person of the Father, “What is the house that ye will build for Me? saith the Lord. The heaven is My throne, and the earth is My footstool.”75 Isa. lxvi. 1. And again, in another place, “Your new moons and your sabbaths My soul hateth; and the great day of the fast and of ceasing from labour I cannot away with; nor, if ye come to be seen of Me, will I hear you: your hands are full of blood; and if ye bring fine flour, incense, it is abomination unto Me: the fat of lambs and the blood of bulls I do not desire. For who hath required this at your hands? But loose every bond of wickedness, tear asunder the tight knots of violent contracts, cover the houseless and naked, deal thy bread to the hungry.”76 Isa. i. 14, Isa. lviii. 6. What kind of things are taught through the prophets from [the person of] God, you can now perceive.
[37] Ἵνα δὲ καὶ τοῦτο ὑμῖν φανερὸν γένηται, ἀπὸ προσώπου τοῦ πατρὸς ἐλέχθησαν διὰ Ἠσαίου τοῦ προειρημένου προφήτου οἵδε οἱ λόγοι: Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκεν. οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι: ἐγκατελίπατε τὸν κύριον. καὶ πάλιν ἀλλαχοῦ, ὅταν λέγῃ ὁ αὐτὸς προφήτης ὁμοίως ἀπὸ τοῦ πατρός: Ποῖόν μοι οἶκον οἰκοδομήσετε; λέγει κύριος. ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. καὶ πάλιν ἀλλαχοῦ: Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου, καὶ μεγάλην ἡμέραν νηστείας καὶ ἀργίαν οὐκ ἀνέχομαι: οὐδ', ἂν ἔρχησθε ὀφθῆναί μοι, εἰσακούσομαι ὑμῶν. πλήρεις αἵματος αἱ χεῖρες ὑμῶν. κἂν φέρητε σεμίδαλιν, θυμίαμα, βδέλυγμά μοί ἐστι: στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; ἀλλὰ διάλυε πάντα σύνδεσμον ἀδικίας, διάσπα στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἄστεγον καὶ γυμνὸν σκέπε, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. ὁποῖα μὲν οὖν ἐστι καὶ τὰ διδασκόμενα διὰ τῶν προφητῶν ἀπὸ τοῦ θεοῦ, νοεῖν δύνασθε.