39
71.1 Οὕτω μὲν οὖν τέλος ἔσχεν ἡ συσκευή, καὶ οἱ Μελιτιανοὶ καταισχυνθέντες ἀπεστρά φησαν, οἱ δὲ περὶ Εὐσέβιον οὐδ' οὕτως ἠρέμησαν. ἔμελε γὰρ αὐτοῖς οὐ τῶν Μελιτιανῶν, ἀλλὰ τῶν περὶ Ἄρειον καὶ ἐφοβοῦντο, μὴ παυσαμένων ἐκείνων μηκέτι τοὺς ὑποκρινο 71.2 μένους εὕρωσι, δι' ὧν τούτους εἰσαγαγεῖν δύνωνται. παροξύνουσι τοίνυν πάλιν 71.2 τοὺς Μελιτιανοὺς καὶ πείθουσι τὸν βασιλέα σύνοδον αὖθις ἐν Τύρῳ κελεῦσαι γενέσθαι. καὶ κόμης ∆ιονύσιος ἀποστέλλεται καὶ στρατιῶται δορυφόροι δίδονται τοῖς περὶ Εὐσέβιον. καὶ ὁ μὲν Μακάριος δέσμιος διὰ στρατιωτῶν πέμπεται εἰς Τύρον, ἐμοὶ δὲ γράφει καὶ ἀνάγκην 71.3 ἐπιτίθησιν, ὥστε καὶ ἄκοντας ἡμᾶς ἀποστέλλεσθαι. τὴν μὲν οὖν πᾶσαν συσκευὴν γνῶναι δυνατόν, ἐξ ὧν ἔγραψαν οἱ ἐπίσκοποι τῆς Αἰγύπτου· πῶς δὲ παρ' αὐτῶν ἐξ ἀρχῆς συνετέθη, ἀναγκαῖον ἂν εἴη λέγειν· καὶ γὰρ ἐντεῦθεν θεωρεῖν τὴν κακοήθειαν 71.4 καὶ τὴν πανουργίαν τὴν καθ' ἡμῶν γενομένην ἔξεστιν. ἐπίσκοποί εἰσιν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει ἐγγὺς ἑκατόν. οὐδεὶς τούτων ἡμᾶς ᾐτιᾶτο, οὐ πρεσβύτερος ἐμέμφετο, οὐ τῶν λαῶν τις κατελάλει, ἀλλ' οἱ Μελιτιανοὶ οἱ ἀπὸ Πέτρου ἐκβληθέντες καὶ οἱ Ἀρειανοὶ ἦσαν οἱ τὴν ἐπιβουλὴν μερισάμενοι. καὶ οἱ μὲν τὸ κατηγορεῖν, οἱ δὲ τὸ 71.5 δικάζειν ἑαυτοῖς ἐξεδίκουν. ἡμεῖς μὲν οὖν παρῃτούμεθα τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς διὰ τὴν αἵρεσιν ὄντας, ἔπειτα τὸν λεγόμενον κατήγορον μὴ εἶναι πρεσβύτερον ὅλως ἐδείκνυμεν οὕτως. ὅτε Μελίτιος ὑπεδέχθη, ὡς μήποτ' ὤφελε, γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ μακαρίτης Ἀλέξανδρος ἀπῄτησεν αὐτὸν βρέβιον, ὧν ἔλεγεν ἔχειν ἐπι σκόπων ἐν Αἰγύπτῳ καὶ τῶν ἐν αὐτῇ τῇ Ἀλεξανδρείᾳ πρεσβυτέρων καὶ διακόνων καὶ εἰ ἔχει τινὰς ἐν τῇ χώρᾳ αὐτῆς. τοῦτο δὲ πεποίηκεν ὁ πάπας Ἀλέξανδρος, ἵνα μὴ Μελίτιος λαβὼν τὴν τῆς ἐκκλησίας παρρησίαν πωλήσῃ πολλοὺς καὶ ψεύσηται καθ' ἡμέραν ὑποβάλλων οὓς βούλεται. τῶν μὲν οὖν ἐν Αἰγύπτῳ πεποίηκε τὸ βρέβιον τοῦτο· 71.6 Βρέβιον δοθὲν παρὰ Μελιτίου Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ ἐγὼ Μελίτιος ἐν Λυκῷ Λούκιος ἐν Ἀντινόου Φασιλεὺς ἐν Ἑρμουπόλει Ἀχιλλεὺς ἐν Κουσαῖς Ἀμμώνιος ἐν ∆ιοσπόλει ... ἐν Πτολεμαίδι Παχύμης ἐν Τεντύραις ... ἐν Μαξιμιανουπόλει Θεόδωρος ἐν Κόπτῳ [ἐν Θηβαίδι] Κάλης ἐν Ἑρμεθί Κόλλουθος ἐν τῇ ἄνω Κυνῷ Πελάγιος ἐν Ὀξυρύγχῳ Πέτρος ἐν Ἡρακλέους Θέων ἐν Νειλουπόλει Ἰσαὰκ ἐν Λητοῦς Ἡρακλείδης ἐν Νικίους Ἰσαὰκ ἐν Κλεοπατρίδι Μέλας ἐν Ἀρσενοίτῃ ... ἐν Ἡλίους Ἀμὼς ἐν Λεόντων Ἰσίων ἐν Ἀθριβί ... ἐν Φαρβεθῷ Ἁρποκρατίων ἐν Βουβάστῳ Μωσῆς ἐν Φακουσαῖς Καλλίνικος ἐν Πηλουσίῳ Εὐδαίμων ἐν Τάνει Ἐφραὶμ ἐν Θμουί ... ἐν Σαί Ἑρμαίων ἐν Κυνῷ καὶ Βούσιρι Σωτήριχος ἐν Σεβεννύτῳ Πινινούθης ἐν Φθενεγύ Κρόνιος ἐν Μετήλι Ἀγαθάμμων ἐν τῇ Ἀλεξανδρέων χώρᾳ ἐν Μέμφι Ἰωάννης (κελευσθεὶς παρὰ τοῦ βασιλέως εἶναι μετὰ τοῦ ἀρχιεπι σκόπου) Οἱ μὲν ἐν Αἰγύπτῳ οὗτοι, τῶν δὲ ἐν Ἀλεξανδρείᾳ εἶχε κληρικῶν· Ἀπολλώνιος πρεσβύτερος Εἰρηναῖος πρεσβύτερος ∆ιόσκορος πρεσβύτερος Τύραννος πρεσβύτερος ∆ιάκονοι Τιμόθεος διάκονος Ἀντίνοος διάκονος Ἡφαιστίων διάκονος καὶ Μακάριος πρεσβύτερος τῆς Παρεμβολῆς
72.1 Τούτους Μελίτιος καὶ παρόντας παρέδωκεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ. τοῦ δὲ λεγο μένου Ἰσχύρα οὔτ' ἐμνημόνευσεν οὔτε ὅλως ἐν τῷ Μαρεώτῃ ἐσχηκέναι πρεσβύτερον πώποτε ὡμολόγησε. καὶ ὅμως καὶ οἱ ἐχθροὶ οὐκ ἀφίσταντο καὶ ὁ μὴ πρεσβύτερος ὡς πρεσ 72.2 βύτερος ἐπλάττετο. κόμης γὰρ ἦν ὁ ἀναγκάζων καὶ στρατιῶται εἷλκον ἡμᾶς. ἀλλὰ καὶ οὕτως ἡ χάρις τοῦ θεοῦ νενίκηκεν· οὔτε γὰρ Μακάριον ἤλεγξαν περὶ τοῦ ποτηρίου, ἀλλὰ καὶ Ἀρσένιος, ὃν ἐθρύλησαν ἀνῃρῆσθαι παρ' ἡμῶν, εἱστήκει ζῶν καὶ δεικνύων τὴν ἐκείνων 72.3 συκοφαντίαν. μὴ δυνηθέντων τοίνυν ἐκείνων ἐλέγξαι τὸν Μακάριον οἱ περὶ Εὐσέβιον ἐχαλέπαινον ὡς ἀπολέσαντες ὅπερ ἐθήρευον, καὶ πείθουσι τὸν κόμητα τὸν σὺν αὐτοῖς ∆ιονύσιον,