ἦν Ἰεζεκίας ταπεινόφρων, καὶτοῦ Ἡσαΐου φίλος, καὶ τοῦ Ῥαμψάκη ἀναιρέτης. Ὡςἐλυτρώσατο Κύριος τὸν Ἰσραὴλ ἐν χειρὶ Ἡσαΐου, πατάξας τὴν παρεμβολὴν τῶν Ἀσσυρίων. Ὡς Ἰωσίαςὁ βασιλεὺς ὑπῆρχε φίλος Ἱερεμίου. Περὶ Ἐζεκιὴλ τοῦ προφήτου, ὅτι ἐν τῇ αἰχμαλωσίᾳ ἦν Βαβυλῶνος. Περὶ τῶν ὀστέων τῶν ιβʹ προφητῶν. Ὡς Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ᾠκοδόμησαν τὸν οἶκον Κυρίου. Ὡς Νεεμίας ἀνήγειρε τὰ τείχη Ἱερουσαλὴμτὰ πεπτωκότα. Τὰ περὶ Ἐνὼχ, ὅς ἐστιν ἐν τοῖς ἐνδόξοις καὶ στήριγμα λαοῦ. Ὅτι Σὴμ καὶ Σὴθ ἔνδοξοι ἐν ἀνθρώποις. Ὅτι Σίμων Ὀνίου υἱὸς ἐνδοξότατος ἐν ἀρχιερωσύνῃ. Ὅτι ἐπὶ πᾶσι τούτοις εὐλογεῖν δεῖ τὸν Θεὸν μεγαλουργόν. Κατὰ Σαμα ρειτῶν, ἀθετησάντων τὸν Ἰουδαϊσμὸν, καὶ κατὰ Ἰουδαίων ἀθετησάντων τὸν Χριστόν. Περὶ τοῦ ἐπιλόγου τῆς βίβλου πάσης. Περὶ τῆς προσευχῆς Ἰησοῦ υἱοῦ Σηρὰχ, ἐγγόνου Ἰησοῦ.
ΑΡΚΤΕΟΝ ∆Ε ΚΑΙ ΤΩΝ ΤΗΣ ΚΑΙΝΗΣ ∆ΙΑΘΗΚΗΣ ΒΙΒΛΙΩΝ.
Βιβλίον Αʹ. Κατὰ Ματθαῖον Εὐαγγέλιον. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ αὐτὸς Ματθαῖος ὁ μαθητὴς τοῦ Κυρίου συνέγραψε τὸ Εὐ αγγέλιον τοῦτο. ∆ιηγεῖται δὲ ἐξ ἀρχῆς τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος τοῦ ∆αβίδ. ∆ιὸ καὶ ἀπ' αὐτοῦ τὴν γενεαλογίαν κατάγει ἕως τοῦ Χριστοῦ, γενεὰς μβʹ. Περιέχει δὲ καὶ τὸ βάπτισμα Ἰωάννου, καὶ τοὺς ἐν τῷ ὄρει παρὰ τοῦ διαβόλου πειρασμοὺς, καὶ σημεῖα καὶ τέρατα μεγάλα γενόμενα παρὰ τοῦ Σωτῆρος, τήν τε τῶν μαθητῶν ἐκλογὴν, καὶ τὴν τοῦ μυστηρίου παράδοσιν· καὶ τέλος ὅτι παρεδόθη Πιλάτῳ, καὶ ἐσταυρώθη τῷ σώματι, καὶ τὸ σῶμα αὐτοῦ ἐτέθη ἐν τῷ μνημείῳ· καὶ οἱ μὲν στρατιῶται διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ· αὐτὸς δὲ, ἐν τριημέρῳ ἀναστὰς, ἐνετείλατο τοῖς μαθηταῖς μαθητεύειν πάντα τὰ ἔθνη, καὶ βαπτίζειν αὐτοὺς, ἐπαγγειλάμενος εἶναι μετ' αὐτῶν πάσας τὰς ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος. Εἰσὶ δὲ ἅπερ 28.385 ἐξηγεῖται Ματθαῖος γεγονέναι σημεῖα παρὰ τοῦ Χριστοῦ ταῦτα. Ὁ λεπρὸς ἐκαθαρίσθη· ὁ παῖς ἑκατοντάρχου μὴ παρὼν ἰάθη, μόνον εἰπόντος αὐτοῦ· ἡ πενθερὰ Πέτρου πυρέσσουσα ἰάθη· ὀψίας γενο μένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους, καὶ κακῶς ἔχοντας· καὶ τὰ μὲν πνεύματα ἐξέβαλε λόγῳ, τοὺς δὲ ἄλλους πάλιν ἐθεράπευσεν οὕτως. Γενεαλο γεῖται Χριστός· εὐαγγελίζεται Ἰωσήφ· προσκυνοῦσι μάγοι· κατέρχεται εἰς Αἴγυπτον ὁ Χριστός· ἀναιρεῖ τὰ παιδία Ἡρώδης, καὶ τελευτᾷ. Ἀνελθὼν ἀπὸ τῆς Αἰγύπτου κατοικεῖ εἰς Ναζαρὲθ ὁ Χριστός. Ἔρχεται Ἰωάννης βαπτίζων, ἀποστρέφεται τοὺς Σαδδουκαίους καὶ τοὺς Φαρισαίους. Βαπτίζεται ὁ Χριστὸς, καὶ πειράζεται ὑπὸ τοῦ Σατανᾶ. Εἶτα ἦλθεν εἰς Καπερ ναοὺμ, παραδοθέντος τοῦ Ἰωάννου. Καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Θεραπεύει πολλοὺς, κάθηται εἰς τὸ ὄρος, καὶ λέγει τοὺς μακαρισμοὺς, καὶ ἐπά γει· «Ὑμεῖς ἐστε τὸ ἅλας,» καὶ, «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Παραινεῖ αὐτοῖς περὶ βίου. Εἶτα ἐπι τείνει τὰς ἐν τῷ νόμῳ ἐντολὰς, ἔνθα καὶ περὶ τοῦ δεξιοῦ ὀφθαλμοῦ λέγει, καὶ περὶ κενοδοξίας, καὶ περὶ φιλοχρηματίας, καὶ τοῦ μὴ μεριμνᾷν περὶ τροφῆς, καὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. Εἶτά φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοί ρων.» Προτροπὴ περὶ τοῦ αἰτεῖσθαι· παραβολὴ περὶ τοῦ αὐτοῦ· περὶ τῆς στενῆς ὁδοῦ, καὶ περὶ ψευδο προφητῶν, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς. Ἔνθα ἡ παραβολὴ τῆς ἐπὶ τὴν πέτραν οἰκοδομηθείσης οἰκίας. Κατέρχεται ἀπὸ τοῦ ὄρους, καὶ θεραπεύει τὸν λεπρὸν, καὶ τὸν τοῦ ἑκατοντάρχου, καὶ τὴν πεν θερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ὁ
39