μὴ εἰς κρίμα συνέρχησθε. 2.1.13.1 Ἀφεκτέον οὖν δουλοπρεπείας ἁπάσης καὶ ἀκρασίας, τῶν παρατιθεμένων κοσμίως ἐφαπτομένοις, ἀμόλυντον καὶ τὴν χεῖρα καὶ τὴν στρωμνὴν καὶ τὸ γένειον φυλάττουσιν, τὸ εὔσχημον τοῦ προσώπου διατηροῦσιν ἀδιάστροφον, οὐκ ἀσχημονοῦσιν οὐδὲ περὶ τὴν κατάποσιν, ἀλλὰ τὴν μὲν χεῖρα μετὰ τάξεως ἐκ διαστημάτων ἐκτατέον. *** Παραφυλακτέον γὰρ καὶ τὸ φθέγγεσθαι ὁτιοῦν ἐσθίοντα ἅμα· ἀπρεπὴς γὰρ καὶ ἄσημος ἡ φωνὴ γίνεται, πλήρεσι ταῖς γνάθοις στενοχωρουμένη, καὶ ἡ γλῶσσα τῇ τροφῇ πιεζομένη, τῆς κατὰ φύσιν ἐνεργείας παραποδισθεῖσα τὴν προφορὰν ἐκδίδωσι τεθλιμ2.1.13.2 μένην. Ἀλλ' οὐδὲ ἐσθίειν ἅμα καὶ πίνειν καθήκει· ἀκρασίας γὰρ τῆς μεγίστης συγχεῖν τοὺς καιρούς, ὧν αἱ χρήσεις ἀσύμφωνοι. Καὶ εἴτε ἐσθίετε, φησίν, εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, στοχαζόμενοι τῆς ἀληθοῦς εὐτελείας, ἥν μοι δοκεῖ καὶ ὁ κύριος αἰνίξασθαι τοὺς ἄρτους εὐλογήσας καὶ τοὺς ἰχθύας τοὺς ὀπτούς, οἷς κατευώχησε τοὺς μαθητάς, τῆς ἀπεριέργου τροφῆς καλὸν εἰσηγούμενος ὑπόδειγμα. 2.1.14.1 Ὁ γοῦν ἰχθὺς ἐκεῖνος, ὃν κελεύσαντος τοῦ κυρίου ὁ Πέτρος εἷλεν, εὔκολον καὶ αὐτὸς καὶ θεοδώρητον καὶ σώφρονα αἰνίττεται τροφήν· ἀφαιρεῖν γέ τοι ὑποτίθεται τῶν ἐξ ὕδατος ἀνιόντων ἐπὶ τὸ τῆς δικαιοσύνης δέλεαρ τὴν ἀσωτίαν καὶ τὴν φιλαργυρίαν, ὡς τὸ νόμισμα τοῦ ἰχθύος, ἵνα χωρίσῃ τὴν κενοδοξίαν, καὶ τὸν στατῆρα τοῖς τελώ ναις δούς, τὰ Καίσαρος ἀποδοὺς τῷ Καίσαρι, φυλάξῃ τὰ τοῦ θεοῦ 2.1.14.2 τῷ θεῷ. Ἔχοι δ' ἂν καὶ ἄλλας ἐπιλύσεις οὐκ ἀγνοουμένας ὁ στατήρ, ἀλλ' οὐχ ὁ παρὼν ἐπιτήδειος τῆς ἐξεργασίας καιρός. Ἀπόχρη δὲ ὑπόμνησις συγχρωμένων ἡμῶν εἰς τὸ προκείμενον οὐκ ἀπᾴδουσιν τοῦ λόγου τοῖς ἄνθεσιν, ὅπερ ἤδη πολλάκις πεποιήκαμεν, πρὸς τὸ κατεπεῖγον τοῦ ζητήματος τὴν πολυωφελῆ περιέλκοντες εἰς 2.1.14.3 ἀρδείαν τῶν φυτευομένων ὑπὸ τοῦ λόγου πηγήν. Καὶ γὰρ εἰ πάντων μεταλαμβάνειν ἔξεστί μοι, ἀλλ' οὐ πάντα συμφέρει· ταχὺ γὰρ καταπίπτουσιν ἐπὶ τὸ δρᾶν τὸ μὴ ἐξὸν οἱ πάντα δρῶντες ἃ ἐξόν. Ὡς δὲ ἡ δικαιοσύνη διὰ πλεονεξίας οὐ περιγίνεται οὐδὲ ἡ σωφροσύνη δι' ἀκολασίας, οὕτως οὐδὲ ἡ τοῦ χριστιανοῦ δίαιτα ἡδυπαθείᾳ περικτᾶται· πόρρω γάρ ἐστι τῶν πασχητιώντων 2.1.14.4 ἐδεσμάτων ἡ τράπεζα τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕνεκεν τῶν ἀνθρώπων ἐγένετο τὰ πάντα, ἀλλ' οὐ πᾶσι χρῆσθαι καλόν, ἀλλ' οὐδὲ ἀεί. Καὶ γὰρ καὶ ὁ καιρὸς καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ τὸ πρὸς τί οὐκ ὀλίγην τῷ παιδαγωγουμένῳ πρὸς τὸ λυσιτελὲς ἐνδίδωσι ῥοπήν, καὶ τό γε ἔστιν ἐπιτήδειον ἰσχὺν ἔχει καταργῆσαι τὸν ἐπιγάστριον βίον, οὗ πλοῦτός ἐστιν ἐκκλητικός, οὐ βλέπων ὀξύ, ἀλλ' ἡ τυφλώττουσα περὶ τὴν γαστριμαργίαν περιουσία. 2.1.14.5 Οὐδεὶς δέ ἐστι πένης εἰς τὰ ἀναγκαῖα, οὐδὲ περιορᾶταί ποτε ἄνθρωπος· ὁ γὰρ καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ συνελόντι εἰπεῖν τὰ ἄλογα ζῷα διατρέφων εἷς ἐστιν, ὁ θεός· λείπει δὲ αὐτοῖς οὐδὲ ἓν ὁτιοῦν μὴ μεριμνῶσι τροφῆς. Ἡμεῖς δὲ καὶ τούτων ἀμείνους, ὅσῳ καὶ κύριοι, 2.1.14.6 καὶ θεῷ οἰκειότεροι, ὅσῳ σωφρονέστεροι. Γεγόναμεν δὲ οὐχ ἵνα ἐσθίωμεν καὶ πίνωμεν, ἀλλ' ἵνα ὦμεν εἰς ἐπίγνωσιν γεγονότες τοῦ θεοῦ. ∆ίκαιος γάρ, φησίν, ἐσθίων ἐμπίμπλαται τῇ ψυχῇ, κοιλίαι δὲ ἀσεβῶν ἐνδεεῖς, ἀκαταπαύστου λιχνείας ὀρεγόμεναι. Πολυτέλεια δὲ οὐκ εἰς ἀπόλαυσιν ἔρημον, ἀλλ' εἰς μετάδοσιν κοινωνικὴν ἐπιτήδειος. 2.1.15.1 ∆ιὸ παραφυλακτέον τῶν βρωμάτων ἃ μὴ πεινῶντας ἡμᾶς ἐσθίειν ἀναπείθει γοητεύοντα τὰς ὀρέξεις. Μὴ γὰρ οὐκ ἔνεστι καὶ ἐν εὐτελείᾳ σώφρονι πολυειδία ἐδεσμάτων ὑγιεινή; βολβοί, ἐλαῖαι, λαχάνων ἔνια, γάλα, τυρὸς τά τε ὡραῖα ἑψήματά τε παντοδαπὰ ζωμῶν 2.1.15.2 ἄνευ. Κἂν ὀπτοῦ δέῃ κρέως ἢ ἑφθοῦ, μεταδοτέον. Ἔχετέ τι βρώσιμον ἐνθάδε; εἶπεν ὁ κύριος πρὸς τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν. Οἳ δέ-ἅτε ὑπ' αὐτοῦ εὐτέλειαν ἀσκεῖν δεδιδαγμένοι-ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· καὶ φαγὼν ἐνώπιον αὐτῶν