τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ προσδεδρα μηκότες, ἀγαθοὶ δὲ γονεῦσιν υἱοὶ οἱ τὸν υἱὸν νενοηκότες, ἀγαθοὶ δὲ ἄνδρες γυναικῶν οἱ μεμνημένοι τοῦ νυμφίου, ἀγαθοὶ δὲ οἰκετῶν δεσπόται οἱ τῆς ἐσχάτης δουλείας λελυτρωμένοι. 10.108.1 Ὢ μακαριώτερα τῆς ἐν ἀνθρώποις πλάνης τὰ θηρία· ἐπινέμεται τὴν ἄγνοιαν, ὡς ὑμεῖς, οὐχ ὑποκρίνεται δὲ τὴν ἀλήθειαν· οὐκ ἔστι παρ' αὐτοῖς κολάκων γένη, οὐ δεισιδαι μονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται 10.108.2 ἀπηξιωμένα τοῦ λόγου. Εἶτ' οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε; Παῖδες γεγόνατε, εἶτα μειράκια, εἶτα ἔφηβοι, εἶτα ἄνδρες, χρηστοὶ 10.108.3 δὲ οὐδέποτε. Κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας. Γηράσατε πρὸς δεισιδαιμονίαν, νέοι ἀφίκεσθε 10.108.4 πρὸς θεοσέβειαν· παῖδας ἀκάκους ἐγκρινεῖ θεός. Ὁ μὲν οὖν Ἀθηναῖος τοῖς Σόλωνος ἑπέσθω νόμοις καὶ ὁ Ἀργεῖος τοῖς Φορωνέως καὶ ὁ Σπαρτιάτης τοῖς Λυκούργου, εἰ δὲ σεαυτὸν ἀναγράφεις τοῦ θεοῦ, οὐρανὸς μέν σοι ἡ πατρίς, 10.108.5 ὁ δὲ θεὸς νομοθέτης. Τίνες δὲ καὶ οἱ νόμοι; "Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ κλέψεις, οὐ ψευδο μαρτυρήσεις, ἀγαπήσεις κύριον τὸν θεόν σου." Εἰσὶ δὲ καὶ τούτων τὰ παραπληρώματα, λόγιοι νόμοι καὶ ἅγιοι λόγοι ἐν αὐταῖς ἐγγραφόμενοι ταῖς καρδίαις· "ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν", καὶ "τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην", καὶ "οὐκ ἐπιθυμήσεις, ἐπιθυμίᾳ γὰρ μόνῃ μεμοίχευκας." 10.109.1 Πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ; Ἀλλ' ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ' ἣ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια, ἣ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, "τραχεῖα" μὲν τὸ πρῶτον, "ἀλλ' ἀγαθὴ κουροτρό 10.109.2 φος"· καὶ σεμνὴ μὲν ἡ γυναικωνῖτις αὕτη, σώφρων δὲ ἡ γερουσία· οὐδέ ἐστι δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ' ἔστιν ἐγγυτάτω ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ' ἡμᾶς ἐνδιαιτωμένη 10.109.3 μέρεσι, "χερσὶ καὶ στόματι καὶ καρδίᾳ." Σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ μηδὲ γὰρ τόδε δείμαινε, μή σε τὰ πολλὰ καὶ ἐπιτερπῆ φανταζόμενα ἀφέληται σοφίας· αὐτὸς ἑκὼν ὑπερβήσῃ τὸν λῆρον τῆς συνηθείας, καθάπερ καὶ οἱ παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέρριψαν. 10.110.1 Τάχει μὲν δὴ ἀνυπερβλήτῳ εὐνοίᾳ τε εὐπροσίτῳ ἡ δύναμις ἡ θεϊκὴ ἐπιλάμψασα τὴν γῆν σωτηρίου σπέρματος ἐνέπλησε τὸ πᾶν. Οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρο νούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ "ὁ 10.110.2 λόγος ἦν ἐν τῷ θεῷ", οὔθ' ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ' ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρω 10.110.3 πότητος ὑπεκρίνετο, ἀγνοηθείς· γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε, τὸν θεόν, ὅθεν τε ἦν