39
[OΜIΛIA ∆.] Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης τε καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσεβάλλομεν καὶ κατ' ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανί- τιδος Ἰούστης, ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παρρησιαζομένη ἐφιλοφρονεῖτο καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, Ὀρθῶς μέν, ἔφην, ποιεῖς ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν. πυνθανό- μεθα γὰρ ὅτι Σίμων ὁ μάγος, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθείς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. πᾶσι γὰρ τοῖς ὑπεναντίοις παρὰ τὴν ἀλήθειαν λοι- δορῶν τὸν Πέτρον τὰς τῶν πολλῶν συναρπάζει ψυχάς. μάγος τε γὰρ αὐτὸς ὢν μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος αὐτὸς ὢν πλάνον ἐκεῖνον ἀποκηρύσσει, καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων τὸ ἧττον ἀπενεγκάμενος καὶ φυγὼν αὐτὸς φάσκει νενικηκέναι, καὶ τοῦ Πέτρου μὴ δεῖν ἀκούειν πυκνότερον ἐντέλλεται, ὡς δῆθεν κηδόμενος ἵνα μὴ ὑπὸ δεινοῦ καταγο- ητευθῶσιν μάγου. ταῦτα οὖν μαθὼν ὁ κύριος ἡμῶν Πέτρος προ- απέστειλεν ἡμᾶς ἐξεταστὰς τῶν λεχθέντων αὐτῷ ἐσομένους, ἵνα, εἰ οὕτως ἔχοι, γραψάντων ἡμῶν αὐτὸς μάθῃ καὶ ἐπελθὼν ἐξελέγξῃ αὐτὸν ἐκείνων ἄντικρυς ἐφ' ὧν αὐτὸν διέβαλλεν. ἐπεὶ οὖν ὑπὲρ πολλῶν ψυχῶν ὁ κίν- δυνος ἡμῖν πρόκειται, τούτου ἕνεκεν, τῆς τοῦ σώματος ἡμῶν ἀναπαύ- σεως πρὸς βραχὺ ἀμελήσαντες, παρὰ σοῦ τῆς ἐνταῦθα διαιτωμένης βου- λόμεθα ἀψευδῶς μαθεῖν, εἰ ἅπερ ἠκούσαμεν ἀληθῆ τυγχάνει· καὶ λέ- γοις ἂν ἤδη ἡμῖν ἕκαστα. Ἡ Βερνίκη δὲ ἀξιωθεῖσα· Ταῦτα μὲν οὕτως, ἔφη, ἔχει ὡς ἠκούσατε, τὰ δὲ ἄλλα τὰ κατ' αὐτὸν τὸν Σίμωνα, ἅπερ ἴσως ἀγνοεῖτε, ἀκούσατε· φαντάσματά τε γὰρ καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ φαίνεσθαι ποιῶν δι' ἡμέρας πᾶσαν ἐκπλήττει τὴν πόλιν καὶ προιόντος αὐτοῦ ἀνδριάντες κινοῦνται καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὰς ψυχὰς τῶν τεθνηκότων εἶναι λέγει. πολλοὺς δὲ γόητα αὐτὸν ἐλέγχειν πειρωμένους διαλλάξας πρὸς ἑαυτόν, εἶθ' ὕστερον προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιάσας αὐτούς, διαφόροις νόσοις περιέβαλεν καὶ δαίμοσιν ὑπέβαλεν καί (ἵνα μὴ πολλὰ λέγω) πολλοὺς κακώσας θεὸς εἶναι ὑποληφθείς, πρὸς τῷ φοβερὸν εἶναι καὶ προτετίμηται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. οὐδὲ γὰρ ἐνδοιάζει τις περὶ ὧν ἐκεῖνος ἐπαγγέλλεται, ἀλλὰ τοῦτο οὕτως ἔχειν διαβεβαιοῦται ἕκαστος. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρα- καλῶ μηδὲν ἐνχειρῆσαι πρὸς αὐτόν, πρὶν ἂν Πέτρος ἔλθῃ, ὃς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν (τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητής) ἀνταγωνίσασθαι. τοσοῦτον γὰρ πεφόβη- μαι τὸν ἄνδρα, ὡς εἰ μὴ καὶ ἄλλοτε πρὸς τὸν κύριόν μου Πέτρον δια-