1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

39

σπαθαροκανδιδᾶτον Πετρωνᾶ μετὰ χελανδίων βασιλικῶν πλωΐμων ἀπέστειλεν καὶ χελάνδια τοῦ κατεπάνω Παφλαγονίας. Καὶ δὴ ὁ αὐτὸς Πετρωνᾶς τὴν Χερσῶνα καταλαβὼν τὰ μὲν χελάνδια ἔλιπεν ἐν Χερσῶνι, τὸν δὲ λαὸν εἰσαγαγὼν εἰς καματερὰ καράβια, ἀπῆλθεν ἐν τῷ τόπῳ τοῦ Τανάϊδος ποταμοῦ, ἐν ᾧ καὶ τὸ κάστρον ἔμελλεν κτίσαι. Καὶ ἐπειδὴ ὁ τόπος λίθους οὐκ εἶχεν πρὸς κτίσιν τοῦ κάστρου ἐπιτηδείους, καμίνιά τινα ποιησάμενος καὶ βήσσαλον ἐν αὐτοῖς ἐγκαύσας, μετ' αὐτῶν τὴν τοῦ κάστρου κτίσιν ἐποιήσατο, ἐκ μικρῶν τινων τῶν ἐκ τοῦ ποταμοῦ κοχλιδίων ἄσβεστον ἐργασάμενος. Οὗτος οὖν ὁ προρρηθεὶς σπαθαροκανδιδᾶτος Πετρωνᾶς μετὰ τὸ κτίσαι τὸ κάστρον τὸ Σάρκελ πρὸς τὸν βασιλέα Θεόφιλον εἰσελθών, εἶπεν αὐτῷ, ὅτι· "Εἰ θέλῃς ὅλως τὸ τῆς Χερσῶνος κάστρον καὶ τοὺς ἐν αὐτῇ τόπους κυρίως ἐξουσιάσαι καὶ τούτους μὴ τῆς σῆς ἐκτὸς γενέσθαι χειρός, προβάλλου στρατηγὸν ἴδιον, καὶ μὴ τοῖς ἐκείνων καταπιστεύσῃς πρωτεύουσί τε καὶ ἄρχουσι." Μέχρι γὰρ Θεοφίλου τοῦ βασιλέως οὐκ ἦν στρατηγὸς ἀπὸ τῶν ἐντεῦθεν ἀποστελλόμενος, ἀλλ' ἦν ὁ τὰ πάντα διοικῶν ὁ λεγόμενος πρωτεύων μετὰ καὶ τῶν ἐπονομαζομένων πατέρων τῆς πόλεως. Τοῦ οὖν βασιλέως Θεοφίλου πρὸς ταῦτα βουλευσαμένου τὸν ὁ δεῖνα ἐξαποστεῖλαι στρατηγὸν ἢ τὸν ὁ δεῖνα, ὕστερον ἀποσταλῆναι προέκρινεν τὸν προρρηθέντα σπαθαροκανδιδᾶτον Πετρωνᾶν ὡς † ἔμπειρα † τοῦ τόπου γεγονότα καὶ τῶν πραγμάτων οὐκ ἀνεπιστήμονα, ὃν καὶ πρωτοσπαθάριον τιμήσας, προεβάλετο στρατηγόν, καὶ εἰς Χερσῶνα ἐξαπέστειλεν, ὁρίσας τὸν τότε πρωτεύοντα καὶ πάντας ὑπείκειν αὐτῷ, ἐξ οὗ καὶ μέχρι τὴν σήμερον ἐπεκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς. Ἀλλ' αὕτη μὲν ἡ τοῦ Σάρκελ τοῦ κάστρου κτίσις καθέστηκεν. Ἀπὸ δὲ τοῦ ∆ανούβεως ποταμοῦ μέχρι τοῦ προρρηθέντος κάστρου, τοῦ Σάρκελ ὁδός ἐστιν ἡμερῶν ξʹ. Μέσον δὲ τῆς τοιαύτης γῆς ποταμοὶ μέν εἰσιν πολλοί· δύο δὲ μέγιστοι ἐξ αὐτῶν ὅ τε ∆άναστρις καὶ ὁ ∆άναπρις. Εἰσὶ δὲ ἕτεροι ποταμοί, ὅ τε λεγόμενος Συγγοὺλ καὶ ὁ Ὑβὺλ καὶ ὁ Ἀλματαὶ καὶ ὁ Κοῦφις καὶ ὁ Βογοῦ καὶ ἕτεροι πολλοί. Εἰς δὲ τὰ ὑψηλότερα τοῦ ∆ανάπρεως ποταμοῦ μέρη κατοικοῦσιν οἱ Ῥῶς, δι' οὗ ποταμοῦ ἀποπλέοντες, πρὸς Ῥωμαίους ποιοῦνται τὴν ἄφιξιν. Ἡ δὲ Πατζινακία πᾶσαν τὴν γῆν μέχρι τῆς τε Ῥωσίας καὶ Βοσπόρου κατακρατεῖ καὶ μέχρι Χερσῶνος καὶ ἕως τὸ Σαράτ, Βουρὰτ καὶ τῶν λʹ μερῶν. Τὸ δὲ τῆς παραλίας τῆς θαλάσσης ἀπὸ τοῦ ∆ανούβεως ποταμοῦ διάστημα μέχρι τοῦ ∆ανάστρεως ποταμοῦ εἰσιν μίλια ρκʹ. Ἀπὸ δὲ τοῦ ∆ανάστρεως ποταμοῦ μέχρι τοῦ ποταμοῦ ∆ανάπρεώς εἰσιν μίλια πʹ, ὁ χρυσὸς λεγόμενος αἰγιαλός. Ἀπὸ δὲ τὸ στόμιον ποταμοῦ τοῦ ∆ανάπρεώς εἰσι τὰ Ἀδαρά, κἀκεῖσε κόλπος ἐστὶν μέγας, ὁ λεγόμενος τὰ Νεκρόπυλα, ἐν ᾧ τις διελθεῖν ἀδυνατεῖ παντελῶς. Καὶ ἀπὸ μὲν τοῦ ∆ανάπρεως ποταμοῦ μέχρι Χερσῶνός εἰσιν μίλια τʹ, ἐν τῷ μέσον δὲ λίμναι καὶ λιμένες εἰσίν, ἐν οἷς οἱ Χερσωνῖται τὸ ἅλας ἐργάζονται. Ἀπὸ δὲ Χερσῶνος μέχρι Βοσπόρου εἰσὶν τὰ κάστρα τῶν κλιμάτων, τὸ δὲ διάστημα μίλια τʹ. Καὶ ἀπὸ Βοσπόρου τὸ τῆς Μαιώτιδος λίμνης στόμιόν ἐστιν, ἥτις καὶ θάλασσα διὰ τὸ μέγεθος παρὰ πάντων ὀνομάζεται. Εἰς δὲ τὴν αὐτὴν Μαιώτιδα θάλασσαν εἰσρέουσιν ποταμοὶ πολλοὶ καὶ μεγάλοι· πρὸς μὲν τὸ ἀρκτῷον αὐτῆς μέρος ὁ ∆άναπρις ποταμός, ἐξ οὗ καὶ οἱ Ῥῶς διέρχονται πρός τε τὴν μαύρην Βουλγαρίαν καὶ Χαζαρίαν καὶ Συρίαν. Ὁ δὲ αὐτὸς κόλπος τῆς Μαιώτιδος ἔρχεται ἀντικρὺ τῶν Νεκροπύλων, τῶν ὄντων πλησίον τοῦ ∆ανάπρεως ποταμοῦ, ὡς ἀπὸ μιλίων δʹ, καὶ μίσγεται, ἐν ᾧ καὶ σοῦδαν οἱ παλαιοὶ ποιησάμενοι διεβίβασαν τὴν θάλασσαν, μέσον ἀποκλείσαντες πᾶσαν τὴν Χερσῶνος γῆν καὶ τῶν κλιμάτων καὶ τῆς Βοσπόρου γῆν, κρατοῦσαν μέχρι α μιλίων ἢ καὶ πλειόνων τινῶν. Ἐκ δὲ τῶν πολλῶν ἐτῶν κατεχώσθη ἡ αὐτὴ σοῦδα καὶ εἰς δάσος ἐγένετο πολύ, καὶ οὐκ εἰσὶν ἐν αὐτῷ πλὴν δύο ὁδοί, ἐν αἷς οἱ Πατζινακῖται διέρχονται πρός τε Χερσῶνα καὶ Βόσπορον καὶ τὰ κλίματα. Εἰς δὲ τὸ ἀνατολικώτερον μέρος τῆς Μαιώτιδος λίμνης εἰσέρχονται πολλοί τινες ποταμοί, ὅ