39
πρότερον ἐν τῷ ἱερῷ ἁγίασμά τι προσεφέρετο ἢ ἐγίνετό τι ἄνευ τοῦ ἱερέως. «Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ τοῦ στόματος αὐτοῦ», φησίν που ὁ προφήτης. Eἰ γὰρ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ ἐν τοῖς μυσαροῖς καὶ βδελυκτοῖς καὶ ἀκαθάρτοις προσ οχθίσμασιν αὐτῶν ἄχρι τοῦ δεῦρο τὰ ἅγια μιμοῦνται· καὶ μακρὰν μὲν ἐπὶ συγκρίσεως τὸ βδέλυγμα κεχωρίσθω τῶν ἁγίων, πλὴν ἐν τοῖς ἐμπαίγμασιν αὐτῶν ἄνευ τοῦ μιερέως οὐδὲν προσφέρουσιν οὐδὲ ἐπιτελοῦσιν, ἀλλὰ στόμα νομίζουσι τῶν λίθων τὸν μιερέα, περιμένοντες τί προστάξει ποιεῖν αὐτοῖς, καὶ πάντα ἃ ἂν προστάξῃ αὐτοῖς, ἐκεῖνα καὶ ἐπιτελοῦσι καὶ ἄνευ αὐτοῦ ποιοῦσιν οὐδὲν καὶ τιμῶσιν αὐτὸν τὸν μιερέα καὶ σεπτὸν αὐτοῦ ἡγοῦνται τὸ ὄνομα εἰς τιμὴν τῶν ἀψύχων ξοάνων καὶ εἰς λατρείαν τῶν πονηρῶν πνευμάτων. Eἰ οὖν ἐκεῖνοι, μάταια καὶ ἐψευσμένα δοξάζοντες καὶ ἐπ' οὐδενὶ βεβαίῳ ἔχοντες τὴν ἑαυτῶν ἐλπίδα, ἐπιτηδεύουσι μιμεῖσθαι τὰ ἅγια, πόσῳ δίκαιον ὑμᾶς, τοὺς τὴν φανοτάτην πίστιν καὶ ἀψευδῆ ἐλπίδα ἔχοντας καὶ ἔνδοξον καὶ αἰώνιον καὶ ἀδιάπτωτον ἐπαγγελίαν ἀπεκδε χομένους, τιμᾶν διὰ τῶν προεστώτων Κύριον τὸν Θεόν, ἡγουμένους στόμα Θεοῦ εἶναι τοὺς ἐπισκόπους; Eἰ γὰρ Ἀαρών, ἐπειδὴ ἤγγελλεν τῷ Φαραὼ παρὰ Μωϋσέως τοὺς λόγους, προφήτης εἴρηται, Μωϋσῆς δὲ θεὸς τοῦ Φαραὼ ὡς βασιλεὺς καὶ ἀρχιερεύς, ὥς φησιν ὁ Θεὸς πρὸς αὐτόν· «Θεὸν τέθεικά σε τῷ Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης», διατί μὴ καὶ ὑμεῖς τοὺς μεσίτας ὑμῶν τοῦ λόγου προφήτας εἶναι νομίσητε καὶ ὡς θεοὺς σεβασθήσεσθε; Νῦν γὰρ ὑμῖν μέν ἐστιν Ἀαρὼν ὁ διάκονος, Μωϋσῆς δὲ ὁ ἐπίσκοπος· εἰ οὖν ἐρρέθη Μωϋσῆς ὑπὸ κυρίου θεός, καὶ ὑμῖν ὁ ἐπίσκοπος εἰς θεὸν τετιμήσθω καὶ ὁ διάκονος ὡς προφήτης αὐτοῦ. Ὡς γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πατρὸς οὐδὲν ποιεῖ, οὕτως οὐδὲ ὁ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ Υἱὸς ἄνευ τοῦ Πατρὸς οὐκ ἔστιν, οὕτως οὐδὲ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ ὑπόχρεως Υἱὸς Πατρί, οὕτω καὶ πᾶς διάκονος ἐπισκόπῳ· καὶ ὥσπερ ὁ Υἱὸς ἄγγελός ἐστιν καὶ προφήτης τοῦ Πατρός, οὕτως καὶ ὁ διάκονος ἄγγελος καὶ προφήτης ἐστὶν τοῦ ἐπισκόπου. ∆ιὸ καὶ πάντα τὰ ἐπιτελούμενα ὑπ' αὐτοῦ εἴς τινα ἐμφανῆ τῷ ἐπισκόπῳ γινέσθω καὶ δι' αὐτοῦ τελειούσθω, μηδὲν δὲ ποιείτω τὸ σύνολον ἄνευ τοῦ ἐπισκόπου μηδέ τινι διδότω τι ἄνευ τῆς ἐκείνου γνώμης. Ἐὰν γὰρ ὡς θλιβομένου τινὸς λάθρα τοῦ ἐπισκόπου δῷ τινι, εἰς λοιδορίαν