τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ' ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον· τοῦτ' ἔστι, τὸ ἦθος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ οἰωνισμάτων περι 77.1280 βολῆς· οὐκ ἄξιον κρίνας ἔχειν αὐτὰ, τὸν ὡς ἐν σπη77.1280 λαίῳ τῷ σκότει τῶν αἰσθητῶν, καὶ τῇ σκιᾷ τοῦ γράμματος ἐγκεκλεισμένον. ∆ιπλοῒς γὰρ, τὸ διπλοῦν τοῦ νόμου, τὸ φαινόμενόν τε καὶ τὸ νοούμενον, τὸ σωματικόν τε καὶ τὸ πνευματικόν· ὁ ἀληθινὸς ποιμὴν, καὶ βασιλεὺς, καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων. Ποιμὴν μὲν τῶν τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν, καὶ πόας δίκην νεμομένων φυσικὴν θεωρίαν· βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀγομένων, καὶ διὰ θεωρίας θειοτέρας πρὸς αὐτὸν ἀναγομένων. Τούτου τοῦ ∆αβὶδ μὲν υἱοὶ, οἱ ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι ἅγιοι. Τάφοι δὲ τούτων αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀναβάσεις δὲ τῶν τάφων αὐτῶν, τὰ ὕψη τῶν ἐν ταῖς μνήμαις ταύταις κατορθωμάτων, δι' ὧν ἐκεῖνοι πρὸς Θεὸν ἀνέβησαν· οἷς ἐνθάπτουσιν οἱ ἐνιδρύοντες, οἵ τε κατὰ πρᾶξιν τρόποι, καὶ οἱ κατὰ θεωρίαν λόγοι· εἰς οὓς λαμβάνονται πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν· τοῖς μὲν αἰσθητοῖς, τῇ ἀποθέσει τῆς κατ' αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοητοῖς, τῇ ἀποπαύσει τῆς νοερᾶς κινήσεως. Τὸν τοίνυν Ἐζεχίαν κράτος Θεοῦ μνημονευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα· τοῦτ' ἔστιν, πάντων τῶν ὄντων κατὰ γνώμην ἀπογενόμενον, καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον. Πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἡ κατ' ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι, καὶ ἡ κατὰ γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν ∆αβὶδ, ἐν τῷ ὕψει, λέγω, τῆς τῶν ἀπ' αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν· δόξαν μὲν διὰ τὸ κατ' εἰκόνα κάλλος, τιμὴν δὲ διὰ τὸ καθ' ὁμοίωσιν μίμημα. Τὸ μὲν γὰρ ποιεῖ λόγων πνευματικῶν ἀληθὴς θεωρία· τὸ δὲ πάλιν ἀκριβὴς πρᾶξις τῶν θείων ἐντολῶν. Τὸ, ἔθαψαν, δὲ νοήσεις, ἀντὶ τοῦ ἔθηκαν. Παρατηρητέον δὲ ὅτι οὐδεὶς ἀναγέγραπται ταφεὶς ἐν τάφοις ∆αβὶδ, ἢ ἐν ἀναβάσει τάφων ∆αβίδ. Τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ ἀσύγκριτος καὶ ἀχώρητος ὁ ἐν σαρκὶ βίος, κατὰ τρόπον ὁμοῦ καὶ λόγον. Ἐκάλυψε γάρ, φησὶν, οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τοῦτ' ἔστι, καὶ τὰς ἄνω δυνάμεις τῇ ὑπεροχῇ τῆς ὑπερβολῆς. ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΕΣ∆ΡΑ. Περὶ Ζοροβάβελ. Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσ ωπον εἰς οὐρανὸν, ἐναντίον Ἱερουσαλὴμ, εὐ λόγησε τὸν βασιλέα τοῦ οὐρανοῦ, λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Ὁ Ζοροβάβελ σπορὰ συγχύσεως, ἢ ἀνάπαυσις ἑρμηνεύεται· ἐσπάρη γὰρ ἐν Βαβυλῶνι, ἢ σημαίνει σύγχυσιν, αἰχμαλώτων ἐκεῖ κατεχομένων τῶν γεννητόρων αὐτοῦ. Καὶ ἀνέτειλεν ἐκεῖ, νηπιόθεν αὐγά 77.1281 ζων τὸ κάλλος τῆς ἀρετῆς, καὶ τῆς γνώσεως· καὶ ἀπαλλάξας ὅλον τὸ γένος τῆς ἐκεῖ δουλείας, ἀνάπαυσις αὐτοῖς γέγονεν. Λοιπὸν οὖν εἴη ἂν Ζοροβάβελ, νοῦς φιλόσοφος, πρῶτον μὲν διὰ μετανοίας σπειρόμενος ἐν τῇ συγχύσει τῶν παθῶν, εἶτα φωτίζων, καὶ ὑποδεικνύων τὴν αἰσχύνην αὐτῶν. Ἔπειτα ἐλευθερῶν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης αἰχμαλωσίας καὶ ἀναπαύων αὐτούς. Οὗτος τοίνυν ὅτε ἐξέλθῃ ἀπὸ τοῦ