39
ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλ λον δὲ θεοδιδάκτοις καλόν τι καὶ ὠφέλιμον τυγχάνειν τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν πάντες ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν, τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσι2.6.12 καῖς ἐννοίαις ὑποσπείραντος. οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι τὸν θεὸν τῶν πάντων σωτῆρα καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν· οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν 2.6.13 μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι ταύτη τε κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὐεργέτας ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τῇ φύσει θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς 2.6.14 αὐτοῖς ἐνυπάρχουσαν ἐφ' οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. τοσαύτη δ' ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία, ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίζεσθαι μηδ' ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς ἐξ αὐτῶν παρεχομένας ὠφελείας ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ 2.6.15 τυραννίδας ἀποθαυμάζειν. νόμων γοῦν, ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων μηδ' ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθοράς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγάς, ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις. οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες. 2.6.16
θʹ. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΣΕΜΝΟΤΕΡΑΣ ΚΑΙ ΦΥΣΙΚΩΤΕΡΑΣ ΘΕΟΛΟΓΙΑΣ
Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινές, ἐχθὲς καὶ πρώην ἐπιφυέντες λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὑρησιλογίας τοῖς μύθοις προσεπινοήσαντες καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ' αὖ πάλιν τὴν αὐτόθεν προ2.6.17 φαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. θεραπεῦσαι δ' οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ' εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυ2.6.18 στικώτερον κομπάσαντες. ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν, οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ γῆς καρποὺς καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα, ἃ καὶ αὐτὰ ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια ∆ήμητραν καὶ Κόρην καὶ ∆ιόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων 2.6.19 τὸν καλλωπισμὸν εἰσηγησάμενοι. ἀλλ' οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυ νόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις