ὁ πορθμὸς διὰ μέσου γέγονεν. 255 9Ῥηγμίσ9: Τὸ ρη η, παρὰ τὸ ῥήσσω· τὸ δὲ μις ι, ὡς δικα τάληκτον. 9Ῥοδωνία9: ι, ὥσπερ Ἰωνία. 9Ῥίν9: ι, ὡς δικατάληκτον. 9Ῥητίνη9: ι, ὡς ἀξίνη. 9Ῥινή9: Ἰστέον ὅτι ἐστὶν ῥινὴ ὀξύτονον, καὶ ῥίνη βαρύτονον· ἀλλὰ τὸ μὲν ὀξύτονον σημαίνει τὸ λεγόμενον ῥινίον· τὸ δὲ βα ρύτονον εἶδος ἰχθύος· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη. 9Ῥίγοσ9: ι· ἀπὸ γὰρ τοῦ φρίσσω γέγονεν φρίγος, καὶ ἀπο βολῇ τοῦ φ ῥίγος· τὸ δὲ φρίσσω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ ει δίφθογγος εὑρίσκεται. 9Ῥῖνοσ9: Σημαίνει δὲ τὸ δέρμα, διὰ τοῦ ι γράφεται· ἢ γὰρ παρὰ τὸ ῥινὴ γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ τὸ ῥὶν, ὃ σημαίνει τὸ ἄκρον· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶν, καὶ οἷον ἐπιφάνεια τῆς σαρκός. 9Ῥιπή9: ∆ιὰ τοῦ ι τὸ πρῶτον· τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ τὸ ῥίπτω, τοῦ τ ἀποβληθέντος, καὶ τοῦ ω εἰς η τρα πέντος, ῥιπή. 9Ῥησείδιον9: ∆ιὰ τῆς ει διφθόγγου τὸ σει· ἀπὸ τῆς ῥή σεως γενικῆς· ὥσπερ ἀπὸ τῆς λέξεως, λεξείδιον. 9Ῥητορεῖα9: ει, ἀπὸ τοῦ ῥητορεύω. 9Ῥοίτειον9: ει, ἐπειδὴ τὰ διὰ τοῦ ειον τρισύλλαβα μακρὰν ἔχοντα τὴν παραλήγουσαν οὐδέποτε διὰ τοῦ ι γράφεται· οἷον,
Σίγειον· Λύκειον, ἔστιν δὲ τόπος· γένειον· βρένθειον. 9Ῥεῖθρον9: ∆ιὰ τῆς ει
διφθόγγου· παρὰ γὰρ τὸ ῥέειν γίνε ται ῥέεθρον, καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον ῥεῖθρον· ἰστέον δὲ ὅτι τὰ εἰς ον λήγοντα ῥηματικὰ οὐδέποτε ἔχουσι τὸ ρ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἰσοσυλλαβοῦντα τῷ ῥήματι· καὶ εἴτε ἔχουσι τὸ τ, ὡς νίζω νίτρον, ἢ τὸ π, ὡς νίπτω, νίπτρον· τρέφω, θρέπτρον· ἢ τὸ κ, ὡς πλήσσω, πλῆκτρον· ἢ τὸ λ μετὰ τοῦ τ, ὡς φύτο, φύτλον· καὶ βαρύνουσι πάντα πλὴν τὸ λουτρόν· τὰ δὲ περισοσύλλαβα εἰσὶν τὸ αν παραληγόμενα· 256 οἷον, τύπτω, τύμπανον· δρέπω, δρέπανον· λείπω, λείψανον· καὶ τὰ εἰς ρον μετὰ τοῦ θ· οἷον, θέλγιθρον· μέλπω, μέλπιθρον· καὶ τὰ εἰς λον ἔχοντα τὸ θ· οἷον, ἕδω, σημαίνει δὲ τὸ καθέζομαι, ἕδεθλον· ἔστιν δὲ παρὰ τὸ ἕδος· γενῶ, ἐξ οὗ τὸ γενήσομαι, γέ νεθλον· ἢ ἔχοντα τὸ τ, ὡς τὸ ἔχω, ἔχετλον· τὸ τοίνυν ῥέεθρον ἄλογον διὰ τοῦ ε, ὡς μέλπιθρον· θέλγιθρον· τὸ ῥεῖθρον πέπονθεν συναλειφὴν ἐκ τῶν δύο εε εἰς τὴν ει δίφθογγον. 9Ῥεῖα9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ῥέω γέγονεν ῥέα, καὶ πλεονασμῷ τοῦ ι ῥεῖα διὰ τῆς ει διφθόγγου· τὸ γὰρ εὐχερὲς ῥέπει ἔοικεν. 9Ῥείτησ9: Ἐξ οὗ τὸ βαθυῤῥείτης καὶ εὐῤῥείτης· παρὰ γὰρ τὸ ῥέω ῥεΐτης, καὶ κατὰ συναίρεσιν ῥείτης 9Ῥειτόσ9: ει δίφθογγος, ἢ ῥῖτος ι· ῥητοὶ δέ εἰσι ποταμοὶ δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέοντες· ἔνθα φησὶν ὡς πλήσιον Ἐλευ σῖνος· καὶ λέγουσιν ὅτι ὁ Ὧρος διὰ τῆς ει διφθόγγου γράφει, ὀξύτονον γὰρ ὡς τὸ κλειτός· ὁ δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου λέγει ὅτι διὰ τοῦ ι γράφεται, καὶ βαρύνεται· οἷον, ῥῖτος· σῖτος· Τρῖτος, ἔστιν δὲ ὄνομα ποταμοῦ. 9Ῥίζα9: Ἀπὸ τοῦ ἴζω, ἴζα, καὶ προσθήκῃ τοῦ ρ ῥίζα· ὥσπερ τὸ κνίζω, κνίσω, καὶ κνίσα. 9Ῥιπίδιον· Ῥοιακων ζεῦγος· Ῥοίδια9: Τὰ ὑποδήματα. 9Θηρέκλειον ζεῦγος: Θηρίκλειον9 κύλικος εἶδος. 9Σίγειον9: Τὸ γει δίφθογγος, τῷ κανόνι τοῦ Ῥοίτειον· τὸ σι ι παρὰ τὴν σιγήν. 9Σιγὴ9 καὶ 9Σιγῶ9: ∆ιὰ τοῦ ι· ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὥσπερ καὶ παρὰ τὸ τιμὴ γέγονεν τιμῶ· τὸ δὲ σιγὴ διὰ τοῦ ι γράφεται, ἐπειδὴ, ὡς φασὶν ὁ Ὧρος, ἐν τῇ συνθέσει συνεσταλ μένη εὑρέθη ἡ σι συλλαβὴ, ἡ ἐν τῷ σιωπή· γέγονεν δὲ παρὰ τὴν σιγὴν καὶ τὴν ὄπα, τὴν φωνὴν, σιωγὴ, καὶ κατὰ ἀποβολὴν τοῦ γ σιωπή· ἀποβληθέντος γὰρ τοῦ γ ἐξέτεινεν τὸ ο· καὶ ἄλλως, τὰ εἰς γη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, γῆ· κραυγή· κλαγγή· αὐγή· οὕτως οὖν καὶ σιγή. 9Σικελίδησ9: Μακρὸν τὸ ι, διὰ τοὺς ἐπαλλήλους βραχείας· 257 ὥσπερ καὶ τὸ Πριαμίδης· ἀπάγεται δὲ τῷ κανόνι τοῦ Κρο νίδης. 9Σέριφοσ9: ι· τὰ γὰρ εἰς φος μονογενῆ ὄντα οὐδέτερα ἁπλᾶ, μὴ ὄντα Ἰταλικὰ, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ἔριφος· Τέλεφος· κίνιφος σημαίνει δὲ τὸ ποικίλον· πρόσκειται μονογενῆ, διὰ τὸ ὁ κοῦφος, ἡ κούφη, τὸ κοῦφον· μὴ ὄντα δὲ οὐ δέτερα, διὰ τὸ λαῖφος· ἁπλᾶ δὲ, διὰ τὸ φιλοῦφος, σημαίνει δὲ τὸν συνουσιαστήν· Ἰταλικὰ δὲ διὰ τὸ