ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
υἱὸν τοῦ θεοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν οὐχ ἓν θέλημα ἔχειν φυσικὸν καὶ μίαν ἐνέργειαν κατὰ τὸν Ῥώμης Ὁνώριον καὶ Πύῤῥον τὸν ἄφρονα, ἀλλὰ δύο θελήσεις καὶ δύο ἐνεργείας, θεϊκὴν δηλαδὴ καὶ ἀνθρωπίνην ἐνέργειαν καὶ θέλησιν καὶ μηδετέραν τῶν αὐτοῦ φύσεων ἀθέλητον εἶναι ᾒ ἀνενέργητον. Πιστεύω τὰς εἰκονικὰς ἀνατυ πώσεις, οὐ λατρευτικῶς, ἀλλὰ σχετικῶς ἀσπάζεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ τιμᾶν, οὐ τῇ ὕλῃ τὸ σέβας, ἀλλὰ τῷ πρωτοτύπῳ ἀπονέμουσαν· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει κατὰ τὸν μέγαν Βα σίλειον. Πιστεύω μήτε ἀνενέργητον εἶναι τὴν θείαν φύσιν καὶ ἐνερ γειῶν οὐσιωδῶν ἔρημον, μήτε ταὐτὸν εἶναι οὐσίαν καὶ ἐνέργειαν ἐπ' ἐ κείνης, μήτε κτιστὰς εἶναι ταύτας, κατὰ τοὺς ἄφρονας Βαρλαὰμ καὶ Ἀκίν δυνον, ἀλλὰ καὶ ἐνεργείας θείας οὐσιώδεις καὶ ἑτέρας εἶναι ταύτας παρ' αὐτὴν τὴν οὐσίαν καὶ ἀκτίστους εἶναι καὶ λεγομένας θεότητος. Ὁμο λογῶ βεβαίως τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκπο ρεύεσθαι ἅμα κατὰ τοὺς Ἰταλούς, ἀλλ' ἐξ αὐτῆς τῆς ὑποστάσεως τοῦ πατρὸς ἑνικῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ υἱὸς ἐξ αὐτῆς τῆς ὑποστάσεως τοῦ πατρὸς ἑνικῶς γεννᾶται, πέμπεσθαι δὲ παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα, οἶον αὐτὴ ἡ χάρις καὶ ἡ δωρεὰ αὐτοῦ δίδωσιν.
46.1 Τὸ δὲ φθινόπωρον τοῦ οζ-ου ἔτους ἀπῆλθεν ἡ βασίλισ σα κυρὰ Ἑλένη ἡ Παλαιολογῖνα, ἡ τοῦ δεσπότου Σερβίας γυνή, εἰς τὴν αὐθεντίαν τῆς Βενετίας, ἐγκαλοῦσα τοὺς τὸν βίον αὐτῆς κλέψαντας εἰς τοὺς Κορυφούς. 46.2 Καὶ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐγένοντο σεισμοὶ πολλοὶ καὶ μεγά λοι εἴς τε τὴν Ἁγίαν Μαύραν καὶ τὴν Κεφαλωνίαν καὶ τὴν Ζάκυνθον καὶ ἐχάλασαν πολλὰ τῶν αὐτῶν· τὸ δὲ τῆς Κεφαλωνίας κάστρον τελείως ἅπαν ἐχάλασε καὶ πολλοὶ τῶν ἀνθρώπων τεθνήκασι. 46.3 Τὸ δὲ θέρος τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν ὁ τῶν Βενετικῶν κατέργων καπετάνιος Νικολὸ ντὲ Καναλίας καὶ ἠχμαλώτευσε τὴν μεγάλην Αἶνον· καὶ ἐπιστρέψας καὶ ἐλθὼν εἰς τὸν Μορέαν, ἔκτισε τὴν Βοστίτζαν τῷ τοῦ θέρους καιρῷ τοῦ αὐτοῦ ἔτους. 46.4 Τὸν δὲ χειμῶνα τοῦ οη-ου ἔτους Ἰαννουαρίῳ κε-ῃ ἔπεσεν εἰς τὸ καθόλον νησὶν χιὼν τοσαύτη, ὅσην οὐδὲν εἶδον οἱ τῶν Κορυφῶν ἄν θρωποι ἄλλοτε, ὥστε καὶ ἀλώπεκας καὶ λαγωοὺς διὰ τῶν οἰκείων χειρῶν θηρεύειν, ἀλλὰ δὴ καὶ εἰς τὸν τῆς δύσεως τόπον, ἀλλὰ καὶ εἰς τὸν τῆς ἀνατολῆς πολλῷ γε μᾶλλον. 46.5 Περὶ δὲ τὸ τέλος τοῦ ἔαρος ἐκστρατεύσας κατὰ τοῦ Εὐρίπου ὁ τῶν ἀσεβῶν ἄρχων ἦλθεν εἰς αὐτὸν περὶ τὸ τέλος τοῦ Ἰουνίου μηνός. Τὸ δὲ ἁρμάτωμα αὐτοῦ τὸ διὰ θαλάσσης, πρὸ τοῦ ἐξελθεῖν ἅπαν τὸ εὑρι σκόμενον εἰς τὴν Καλλιούπολιν, ἀπελθὸν εἰς τὴν Λῆμνον ἀπῆρε τὸν Κότζινον καὶ τὰ εἰς ἅπαν τὸ νησὶν εὑρισκόμενα χωρία ἄνευ τοῦ Παλαιον κάστρου καὶ τῆς σκάλας καὶ ὑπέστρεψεν. 46.6 Ἐπελθὸν δὲ τὸ τῆς Πόλεως καὶ Νικομηδείας καὶ ὅποθεν ἂν ἦν, ὁμοῦ ἐξῆλθον καὶ ἦλθε καὶ αὐτὸ εἰς τὸν Εὔριπον, ὁποῖον ἰδὼν ὁ ἐξάρ χων τοῦ ἅρματος τῶν Βενετικῶν ἀνεχώρησεν, ἴσως καλῶς ποιήσας, κα κῶς δέ, ὅτι οὐκ ἦλθε βαλλεῖν δύναμιν εἰς τὸν Εὔριπον. Ἐρχόμενον δὲ τὸ τοῦ ἀμηρᾶ ἁρμάτωμα καθ' ὁδὸν ἀπῆρε τὴν Ἴμβρον. Εἶτα ἦλθεν εἰς τὸν Εὔριπον, καθ' ὃν δὴ μῆνα καὶ ὁ ἀμηρᾶς· καὶ πολεμήσαντες σφο-δρῶς ἀπό τε τῆς γῆς καὶ θαλάσσης, τῇ ιβ-ῃ τοῦ Ἰουλίου μηνὸς ἀπῆραν τὸ κάστρον πολέμῳ. Καὶ τούτου γενομένου πάντα τὰ περὶ αὐτὸν νησίδρια καὶ καστέλλια ἐδουλώθησαν ἑκουσίως ἀκουσίως. Ὁ δὲ ἀμηρᾶς προσκαρ-τερήσας μικρόν τι περὶ τὰς ἀρχὰς τοῦ Αὐγούστου ἐξῆλθε καὶ ἀπῆλθεν εἰς τὴν Κωνσταντινούπολιν. 46.7 Τὸν δὲ μπεϊλαρμπεῒν αὐτοῦ ἐπαφῆκε καὶ ἦλθεν εἰς τὸν Μορέαν· ἦλθε δὲ τὸ δεξιὸν μέρος παρὰ θάλασσαν καὶ διερχόμενος, οἱ περὶ τὴν Βοστίτζαν, οἱ μὲν ἀφέντες αὐτὴν ἔφυγον, οἱ δὲ προσεκύνησαν καὶ παρέ- δωκαν αὐτῷ ταύτην. ∆ιερχόμενος δὲ παρέμπροσθεν, ὁμοίως ἐποίησαν καὶ οἱ ἐν τῷ Βουμέρῳ καὶ τῇ Ὠλαίνᾳ καὶ τῷ Χελιδόνι καὶ οἱ ἐν τῷ Ποντι-κῷ· ὅπερ ὡς εἶναι εἰς τὸν αἰγιαλόν, ἐχάλασαν μέχρι καὶ θεμηλίων, τὰ δὲ ἄλλα ἔχουσι. ∆ιελθόντος δὲ αὐτοῦ μέχρι καὶ τοῦ Πριγκιπάτου, ἐπιστρέ-ψας ἐξῆλθε τοῦ Μορέως. 46.8 Τὸν δὲ