39
πόλεμον αἱρούμενοι, ἀλλ' ὥσπερ ὑπὸ ῥεύματος καὶ αὐτοὶ συναπήχθησαν τοῦ πλήθους. κγʹ. Τούτων οὕτω γεγενημένων, τὴν πρὸς τὴν πρεσβείαν ἀπεσταλμένην θείαν αὐτοῦ πρὸς Βυζάντιον ἐξέπεμψε βασιλεὺς, μηνύσας τῷ βασιλεῖ καὶ πάππῳ τοιαῦτα· «ἔδει μὲν, ὦ κράτιστε βασιλεῦ, μηδὲν τῶν γεγενημένων μηδὲ τὴν ἀρχὴν κινηθῆναι. ἐγὼ γὰρ, ὅπερ πολλάκις εἶπον, τὸν πάντ' ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν, ὡς οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν εἰ 1.114 μὴ μικρά τινα καὶ παιδίοις πρέποντα ἡμαρτηκότι. ἐπεὶ δ' οὕτω συνεχώρησεν ὁ θεὸς τῶν ἐμῶν ἕνεκα πάντως ἀπείρων ἁμαρτημάτων, πάλιν αὐτῷ χάριτας ὁμολογῶ πολλὰς, ὅτι μὴ πρότερον κατέλυσα τὴν ζωὴν, πρὶν ἐπιτηδείου καιροῦ τυχεῖν οὕτως, ὥστε δυνηθῆναι καὶ τὸ ἄδολον τῆς γνώμης καὶ τὴν εἰς σὲ εὐπείθειαν καὶ δουλότητα φανερὰν καταστῆσαι. σὺ μὲν οὖν, ὦ βασιλεῦ, τῆς σῆς μὲν ἀνεψιᾶς, ἐμῆς δὲ θείας, διαπρεσβευομένης, ᾔτησας ὅσα οἶδας. ἐγὼ δ' ἐν ἱκεσίας μέρει παρὰ τοῦ μεγάλου βασιλέως αἰτῶ καὶ θεοῦ, σὲ μὲν ἐπὶ πολλοῖς ἔτεσιν ἐν ζῶσιν εἶναι, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἰθύνειν, ἐμὲ δὲ οἷα δοῦλον σὸν καὶ υἱὸν, ᾗ κελεύεις αὐτὸς, τὸ προσταττόμενον ἐκπληροῦν· τοῦ χρόνου δὴ προϊόντος, ἃ φίλον ἐστὶ θεῷ, τοιαῦτ' οἰκονομηθῆναι περὶ ἡμᾶς. εἰ μὲν οὖν πρότερος αὐτὸς ἀποστῶ τοῦ ζῇν, ἐπὶ σοὶ τὴν ἀρχὴν κεῖσθαι πᾶσαν, ὥσθ' ἅ σοι δοκεῖ συμφέρειν ποιεῖν· εἰ δ' ἄρα σύ γε πρὸς τὰς αἰωνίους μετακληθήσῃ μονὰς, ἐμοὶ πάλιν τὴν ἡγεμονίαν Ῥωμαίων καταλειφθῆναι. ταῦτα μὲν οὖν ὅποι τῷ θεῷ φίλον ἀγέσθω· νυνὶ δὲ ἀνάγκης τε καὶ αἰδοῦς μεριζομένης, ἴσχυσεν ἡ ἀνάγκη, καί τι τῶν μὴ προσηκόντων καὶ ἀπαιδεύτων καὶ λέγειν καὶ πράττειν βιαζομένη. δέον γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ πόλεις καὶ χρήματα καὶ ὁμοῦ πάντα σοι ἐγχειρίζειν, δυεῖν ἕνεκα αἰτιῶν ἑτέρως ἠναγκάσμεθα ποιεῖν. ἓν μὲν, ὅτι τὴν μὲν ἐμὴν εἰς τὸ τά σοι φίλα πράττειν προαίρεσιν καὶ τὴν περί σε τιμήν τε καὶ αἰδῶ θεός τε οἶδεν ὁ τὰ κεκρυμμένα εἰδὼς, καὶ αὐτὸς, 1.115 τῶν πραγμάτων παρασχόντων, ἐναργῆ τὴν ἀπόδειξιν ἐποιησάμην. πέποιθα μὲν οὖν, ὡς καὶ αὐτὸς διατεθήσῃ τὸν ἴσον τρόπον περὶ ἐμὲ, καὶ τὴν πατρικὴν εὐμένειαν καὶ τὴν φυσικὴν στοργὴν ἄδολον ἐμοὶ τηρήσεις καὶ καθαράν· οὔπω δὲ τὴν ἀπόδειξιν βεβαίαν τῶν πραγμάτων παρασχομένων, οὐδεὶς ἂν καταμέμψαιτο δειλίᾳ κατεχόμενον. δεύτερον δ', ὃ καὶ ἰσχυρότερον τοῦ προτέρου, ἐπειδὴ τοὺς σὺν ἐμοὶ πάντας, τοὺς μὲν ὑπὸ δειλίας, τοὺς δ' ὑπὸ κακοβουλίας, ἔστι δ' οὓς καὶ διὰ τὸ τοῖς κακοῖς χαίρειν, ἑώρων τὸν πόλεμον αἱρουμένους, εἰρήνης δὲ μὴ μέχρις ἄκρων ὤτων ἀνεχομένους, ἠναγκάσθην τι μικρὸν καὶ τοῦ ὄντος καλοῦ καὶ δικαίου παραλιπεῖν, ὡς ἂν ποιήσω πᾶσιν ἀνεκτὴν τὴν εἰρήνην. ἔστι δὲ τοῦτο, τὸ, ἐμὲ μὲν ἐκ Σηλυβρίας ἄχρι καὶ Χριστουπόλεως τῶν μεταξὺ χωρῶν τε καὶ πόλεων καὶ στρατιᾶς, ἔτι δὲ καὶ δημοσίων φόρων τὴν διοίκησιν ἔχειν· σὲ δὲ, βασιλεῦ, αὐτῆς τε τῆς Κωνσταντίνου μέχρι Σηλυβρίας καὶ τῶν κατὰ τὴν ἕω τοῖς Ῥωμαίοις ὑπηκόων πόλεων, ἔτι δὲ καὶ νήσων πασῶν καὶ τῶν ἀπὸ Χριστουπόλεως Μακεδονικῶν τε καὶ ἑσπερίων ἐπαρχιῶν ἄχρις Ἐπιδάμνου καὶ ∆αλματίας, τῶν ἄκρων ὅρων τῆς Ῥωμαίων ἡγεμονίας. ἐλπίζω δὲ τοῦ χρόνου προϊόντος ἐμέ τε αὐτὸν καὶ ἃ δοκῶ νυνὶ σφετερίζεσθαι ὑπὸ τὴν σὴν ἐξουσίαν παραδώσειν ἀγαγὼν, ἐπειδὴ καὶ νῦν οὐκ ἐκ προαιρέσεως, ἀλλ' ἀνάγκῃ συνωθούμενος, προῆγμαι ποιεῖν.» Τοιαῦτα πρὸς τὸν βασιλέα βασιλεὺς ὁ νέος μηνύσας, ἀπέστειλε καὶ ὅρκους ἐν δυσὶ βιβλίοις ἐγγεγραμ 1.116 μένους, ἐξ ἑκατέρου πρὸς τὸν ἕτερον βασιλέα τὸν μερισμὸν περιέχοντας ὧν ἄρξουσι πόλεων, καὶ τοῖς ὀμωμοσμένοις ἐμμενεῖν ἑκάτερον ἰσχυριζομένους, ὡς ἂν, εἰ ἀρεστὰ δοκοίη ταῦτα κἀκείνῳ, τοῖς ἱεροῖς εὐαγγελίοις τοὺς ὅρκους πιστοὺς ποιήσας καὶ ὑπογραφαῖς τῆς οἰκείας χειρὸς ἐρυθραῖς, πέμψῃ πρὸς αὐτὸν, αὖθις τὰ ἴσα κἀκείνου δράσοντος. ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐκ τοῦ νέου βασιλέως τινὰ παρεῖναι, τοὺς ἐγγράφους ὅρκους ἀποκομίσοντα, ὁ παρακοιμώμενος Ἀπόκαυχος ἀποστέλλεται παρὰ τοῦ μεγάλου δομεστίκου, τοῦ Συργιάννου πρὸς τοῦτο πείσαντος. τῆς μέντοι βασιλέως ἀνεψιᾶς πρὸς βασιλέα εἰς Βυζάντιον ἀφιγμένης, καὶ τούς τε λόγους τοῦ