39
ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· ειναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοῖ· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ ∆αβὶδ εφοδον ἐκείνῳ μεμήνυκε. καὶ ος δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ ∆αβὶδ ἀπέστειλε πρὸς ̓Αβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν ειπεν ἑαυτὴν ειναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί, ομως μέντοι ἀπῆλθε· καὶ ελαβεν αὐτὴν εἰς γυναῖκα ὁ ∆αβίδ. ̔Ο δὲ Σαοὺλ ἐπεβούλευεν ετι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βου1.98 νὸν ̓Εχελάτ, οπου διέτριβεν ὁ ∆αβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη ∆αβὶδ αὐτὸς καὶ ̓Αμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον οπου ην καθεύδων Σαούλ. καὶ τοῦ ̓Αμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ ειασεν ὁ ∆αβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ υδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ ̓Αβεννὴρ τοῦ αρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ακρον τοῦ ορους ∆αβὶδ ἐβόησε πρὸς τὸν ̓Αβεννήρ "τί οτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον ουν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ υδατος, καὶ εισῃ οιος ὑμᾶς παρελήλυθε κίνδυνος." ἐπιγνοὺς δὲ τὴν φωνὴν ∆αβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αυθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν ειπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οικον αὐτοῦ. ὁ δέ "κύριος" εφη "δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ." καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ∆αβὶδ πρὸς ̓Αγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν ̓Ισραὴλ ἐκστρατεῦσαι βουλομένων, εφη πρὸς ∆αβὶδ ὁ ̓Αγχούς "συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;" κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ηδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν ̓Ισραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ινα μὴ οστις ειη ἐπιγνωσθῇ, καὶ ῃτησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀνα1.99 χθῆναι δοξάσῃ ειπε Σαούλ "θλίβομαι σφόδρα οτι συνήχθησαν κατ' ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ' ἐμοῦ." τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς "πεποίηκέ σοι ὁ κύριος οσα προμεμήνυκεν δι' ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ ∆αβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αυριον πεσεῖσθε." καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ ∆αβὶδ καὶ οἱ μετ' αὐτοῦ ἑξακόσιοι οπισθεν. τοῖς δὲ σατράπαις οὐκ ηρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν ∆αβίδ, λέγουσι "μή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ," καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ ̓Αγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ ∆αβίδ. καὶ ος ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ ευρε τὴν Σικελάγ, ην δέδωκεν αὐτῷ ̓Αγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ οσοι ησαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν ̓Αμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ ∆αβὶδ καὶ οἱ μετ' αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως ̓Αβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτῶν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν απασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ ∆αβὶδ τετρακόσιοι οὐκ ηθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ' ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν